Occurrence 29801

Ἕτεροι στίχ(οι) εἰς τ(ὴν) ἀρχ(ὴν) τ(οῦ) αὐτ(οῦ) κλίμακο(ς). ἐν σχήματ(ι) | ἐγκωμίου, παραίνεσιν παρεισάγοντες· | κ(αὶ) κλίμακα παριστῶντες ἑτέραν· ἧς μία | εκάστη ἀνάβασις, δι’ ἓξ στίχ(ων) συνίσταται:- | Προοίμι(ον) τ(ῆς) διὰ στίχων κλίμακος : –
 
Ψήγματα χρυσᾶ. τ(οῖς) λυδ(οῖς) αἱρεῖ λόγο(ς),
πακτωλὸν ἐκρεῖν· ὄντα τ(οῦ) τμώλ(ου) κάτω·
ὑφ’ ὧν κροῖσος ὤγκωτο πεπλανημ(έν)ο(ς)·
βλακάς. ἄνους ὤν· ψαφαρ(οῖς) ἠρεισμένος·
ὡς τοῦδε ῥεῦσ(ις), ὕστερ(ον) παρεφθάρη.
Καὶ τ(ὴν) γενειάδα (δὲ) περσ(ῶν) ὁ κράτωρ·
ἔχων χρυσεί(ων) ἐκ πετάλων χρυσίνην,
ἔχ(ειν) ἑαυτ(ὸν) δόξ(αν) ἦδε μακάρω(ν).
Μύρμηκες ἐπλούτιζ(ον) ἀπὸ βαθέω(ν)
ψάμμ(ων), μελαν(ῶν) ἰνδικ(ῶν) βροτ(ῶν) γένος.
Ἐπιρρέ(ων) ὁ νεῖλο(ς) ὥριο(ς)· τόπ(οις)
αἰγυπτιακ(οῖς), πλοῦτ(ον) ἐκ τ(ῶν) ὡρί(ων),
πολὺν ἐποίει φαραωνίτ(ας) ἔχ(ειν). ‖
Ἀγάλλεταί τ(ις) ὄρνισ(ιν)· ἄλλο(ς), φυτ(οῖς),
Λίθ(οις) τιμί(οις), ἄλλο(ς)· ἄλλο(ς) μαργάροις·
Σοί δ’ οὐ φθιτ(όν) τι κ(αὶ) διαρρέον χρόνωι,
περιφιλεῖ(ται) στέργεται πεπνυμένε·
ἀλλ’ ἄφθιτ(ον) κ(αὶ) κρεῖττον ὧν ἄν τ(ις) φράσοι·
Ὁποῖ(ον) ἴσως· ἀγνο(ῶν) ἔροιτό τις·
Λόγο(ς)· τὸ μεῖζον ὧν παρέσχε σοι λόγο(ς)·
ὃν νοῦς βρότειο(ς)· κ(αὶ) πολὺς ἱδρώς· πόνο(ς)·
κ(αὶ) πίστις ἐκράτυνε καθαρωτάτη·
Τὸ τ(ῶν) παθ(ῶν) ἴαμα τ(ῶν) ἑκατέρων·
τὸ φῶς τὸ φαῖν(ον) φῶς ὑπέρτατ(ον) λί(αν)·
φωτίζον ἅπ(αν) ἀμέσ(ως) φῶς. ἐμμέσως·
Δι’ οὗ τὸ δισσ(ὸν) ἔργ(ον) ἔγνως τ(οῦ) φάους·
κόσμ(ον) π(αρα)ρρέ(ον)τα κ(αὶ) παρηγμένον·
κόσμ(ον) διαμέν(ον)τα κ(αὶ) πεπηγμένον·
τ(ὴν) φύσ(ιν) αὐτ(ῶν)· ποῖα τὰ τούτ(ων) τέλη·
ἤ μᾶλλον εἰπ(εῖν), τέκμαρ ἀρχ(ὴν), τ(ῶν) δύο·
Δι’ οὗ τὰ συμφέροντα τ(αῖς) εὐπραξίαις
ἐν ὀρθότητι τ(ῶν) νοὸς κινημάτων,
ἔμαθες. ἠγάπησ(ας) αὐτὰ προκρίνων·
Αἴγυπτ(ον) ἐξέφυγ(ες) ἐσκοτισμένην·
ἡδυπάθειαν, ἀνάπαυσ(ιν) σαρκίου·
κ(αὶ) φαραὼ τύραννον αὐτῆς τὸν μ(έ)γ(αν)·
τὸ σαρκικ(ὸν) φρόνημα. τ(ὸν) κεν(ὸν) βίον ‖
ἐπιστάτ(ας) τε· τ(οὺς) βαρ(εῖς) ἔργ(ων) δότ(ας)·
λογισμορέκτ(ας) παθοσυγκαταθέσεις·
Οὐ πρὶν μισήσ(ας), ὕστερ(ον) μεταμέληι,
ὡς λὼτ γύναι(ον)· κἂν γὰρ ἐν μέσοις στρέφη,
ἄκραν ἀπρο(σ)πάθειαν ἐν μέσοις ἔχεις·
ἐγκάρδι(ον) λείψαν(ον) οὐκ (ἔστι) λύπης,
ἐπὶ στερήσει πραγμάτ(ων) μοχθηρί(ας)·
κ(αὶ) τὰ προσ(όν)τα παρέχεις χωρὶς βί(ας)·
Ἀλλοτριοῖς π(ῶς) σαυτ(ὸν) ἐκ τῶν ἰδίων·
ἀποξενοῖς π(ῶς) σαυτ(ὸν) ἐξ ἀλλοτρίων·
ὅπως ξενισθῆς ἐν ξένοις ξένος γίνη,
ἀποξενούντ(ων) τοὺς ξένους σφῶν, ἐκ ξένω(ν)·
ἄγνωστον ἀπόκρυφ(ον) εὖ βιοὺς βίον·
δυσδιάκριτ(ον) λανθάνοντ(α) μυρίους·
Μάρπτεις διώκεις τ(ὴν) ἀνυποταξί(αν)·
καθυποτάττ(ων) σάρκα τ(ῷ) πν(εύματ)ί σου·
ἔχ(εις) ἔλεγχ(ον) τ(ὴν) συνείδησ(ιν) μόνην·
πρὸ τ(οῦ) βαδίσαι τ(ήν)δε τ(ὴν) ὁρωμ(ένην),
ὑπακο(ήν) ἔφθασ(ας) εἰς νοουμένην·
τρέχ(εις) ἀδείλως· ἑστα(ὼς), ἄνω τρέχ(εις)·
Ἐπιγινώσκεις τ(ῶν) παθῶν τ(ὰς) αἰτίας·
καταγινώσκ(εις) ναυάτου φλυαρί(ας)·
καταισχύν(εις) ἐκεῖν(ον) ἐν τ(αῖς) αἰσχύναις·
κ(αὶ) ταύτ(ας) αὐτ(ὰς) αἰσχύν(εις) ἐν αἰσχύνη· ‖
διαδιδράσκ(ων) τ(ὴν) μ(ένου)σ(αν) αἰσχύν(ην)·
ἧι πᾶσι πάντα φαίνεται κεκρυμμένα·
Τέγγεις ὑγραίνεις τ(ὰς) παρει(άς) σ(ου) βρέχεις,
μνήμη θανάτ(ου) κ(αὶ) τελευταία κρίσει·
κ(αὶ) τονθορύζεις ἠρέμα σαυτῶ λέγω(ν).
νῦν εὐτρεπίζου· πάντοτε πρὸ(ς) τ(ὸν) τάφ(ον)·
κ(αὶ) γ(ὰρ) προπέμπ(ων) τ(ὴν) ἀναπνο(ὴν) ἔτι,
οὐκ οἶδ(ας) εἰ σπάσει(ας) ἄλλ(ην) συρμάδα.
Στένεις βύθιον· ἀνατυποῖς κραδίηι,
χάος καταχθόνι(ον)· ἄποσ(ον) βάθος·
ἄσβεστ(ον)· ἀφώτιστ(ον)· ἄπλετ(ον) φλόγα·
κ(αὶ) καταδύσ(εις) ὑπογεί(ων) σχισμ(ά)τ(ων)·
οἰκτράς σκοτεινάς χαλεπάς τεθλιμμένας·
πασ(ῶν) βασάν(ων) εἰκόνας αἰωνί(ων).
Ὀξυχολί(ας) κ(αὶ) θυμοῦ. δι’ ὧν φλόγα,
καταπραύνεις κ(αὶ) μαραίνεις σβεννύ(εις).
ἐν οἷς ἀκού(εις), οὐ θυμαλγεῖς ὡς νάβαλ·
ἐν οἷς σὺ λαλεῖς, ὡς ἀβιγαία λέγεις·
οὐδέν τι δυσάντητ(ον) ἐστυγημ(ένον),
λαλεῖς καχλάζων· εἰσορ(ᾶς) ἀναζέων.
Ἀλλ’ οὐ(δὲ) κρύπτ(εις) ὡς κάμηλος κακίαν·
ἐν κωδίω, τ(ὸν) λύκ(ον)· ἐν κόλπ(οις) ὄφ(ιν)·
ξύλω σαθρῶ, σκώληκα· τ(ὴν) μῆνιν, πράωι·
κεύθων μὲν ἄλλα καρδίας ἐν τ(ῷ) βάθει· ‖
ἄλλα (δὲ) βάζ(ων) γλευκέροισι χειλέοις·
ἐν ἡδύτητι πικρί(ας), ἁμαρτάνων·
Λαλεῖς (δὲ) λοιπ(ὸν) ὡς ἔχεις ἐν κρυφίωι·
κἂν μικρ(ὸν) ἐκστῆς, συντόμως ἐπανάγηι·
οὐκ ἐκδαπαν(ῶν) ἐν νόθοις ἡσυχίοις,
τ(ὴν) ἀγκαλίδα τ(ὴν) μερίδα τοῦ λόγου,
εἴτ’ αὖ μιαίν(ων) ἀγάπ(ης) ὑποκρίσει·
κ(αὶ) τῆ μελήσει τ(οῦ) καταλαλουμένου,
Εὐτράπελ(όν) τι λαμυρ(ὸν) πλέκων ἔπ(ος)·
λαρ(όν) προσηνές ἡδὺ κ(αὶ) μεμιγμένο(ν)·
αὐτὸ πλατύνων κρασπέδ(οις) τ(οῖς) ἐκ λίν(ου)·
εἰ μὴ γ(ὰρ) ἔξω νοῦς γένη(ται) τ(ῆς) ἕδρας·
παρεκτροπ(ὰς) ἐάσ(ας) ἰδίας βλέπειν,
ἄλλως ἐς ἄλλ(ων) οὐ π(αρα)κύπτει κρίσιν·
Τὸ ψεῦδο(ς) ἐξ ὧν λαμβάνει παρρησί(αν)·
ὃ τ(ὴν) ἀγάπ(ην) ἀποκόπτει ῥιζόθεν·
ἐγκρίς· γλύκασμα· δόρπο(ς). ἀπάτη· βέλο(ς).
ὁ γοῦν ἀγάπ(ην) κ(αὶ) κατάνυξ(ιν) ἔχων,
ψεῦδο(ς) τὸ κακ(ὸν) ὑπαλύξειν ἰσχύει·
ἐν οἷς ὅτε χρὴ πρὸ(ς) ῥαὰβ ἀποβλέπω(ν).
Ἐντεῦθεν εἰπὲ χρήσομ(αι) πῶς τῶ λόγωι·
εἰς ἐξέτασ(ιν) τῆς ἀκηδίας φθάσ(ας)·
πενθεῖς σὺ σαυτ(όν) ὡς ἔφ(ην) ἀνωτέρω·
πενθικ(ὸν) ἦτορ οἶδε τ(ὴν) ἀκηδίαν; ‖
μνήμη παλαῖ(ον) κρίσεως τ(ῆς) ἐσχάτ(ης);
ἥκιστα· συμφήσειε π(ᾶς) μνημημόρος·
Χαῦν(ον) πλαδαρ(όν) ὑγρ(όν) ἐκλελυμένον,
βίον διώκεις ἀπελαύνεις μακρόθεν·
κ(αὶ) τ(ὸν), σκοτειν(ὸν) ἐκτελοῦντα τ(ὸν) νόα·
δειλόν τε δυσκίνητ(ον) ἐξ ἀσιτίας·
στυγν(όν) κατηφῆ δειν(όν) ἄφιλον λόγοις·
ἅπερ γινώσκ(ων) τ(ὴν) μέσ(ην) στείβεις στίβον·
Δηλοῖ (δὲ) ταύτ(ην) τ(ὴν) μεσόρροπ(ον) τρίβον,
ἡ σωφροσύνη· σαρκίου καθαρότης·
ῥύψις τελεία σαρκικ(ῶν) μιασμάτων·
ἀφθαρτοσωμάτωσις· ἁγνεί(ας) κράτος·
ἣ θλαδίαν δείκνυσι σιδήρου δίχα·
τὸ λευϊτικὸν ἀξίωμα κ(υρίο)υ·
Ἆρ’ οὖν νικήσ(ας) τ(ὴν) φύσιν ὑπὲρ φύσ(ιν)·
τ(ὸν) φυσικ(ὸν) κίνδυν(ον) ὑπαλυσκάσας.
φιλαργυρί(ας) ἀγχόνη καταπνίγηι;
οὐκ (ἔστιν) εἰπ(εῖν)· μάρτυρές μοι μυρίοι·
κ(αὶ) πρῶτο(ς) αὐτὸς. τ(ῆς) ἀφιλαργυρίας
κῆρυξ μέγιστο(ς)· δωρεῶν ὑπερπόσων·
Οὐκ ἠγνόησα σ(ὸν) μακάρι(ον) πάθο(ς)·
φυλοκρινῶ σ(ου) φιλοτιμοδωρίας·
διδοὺς, γέγηθας· μὴ διδοὺς, ἀλγεῖς σφόδρα·
πολλ(ῶν) ἐρᾶς, οὐχ’ ἵν’ ἀποκλείσης ἔσω· ‖
ἀλλ’ ἵνα πολλ(οῖς) πολλὰ πολλὰ σκορπίσης·
κ(αὶ) τοῦτο, πολλ(ῶν) διολισθαίνει φρέν(ας).
Ὥσπερ τὸ χαίρ(ειν) ἐν καλαῖς μελωδίαις·
ψάλλ(ειν) ἀνυμν(εῖν) εὐλογ(εῖν) τ(ὸν) δεσπότ(ην)
ἐν ἑσπεριναῖς ἡμεριναῖς ἐννύχοις,
εὐχ(αῖς) λιτ(αῖς) τε π(αρα)στάσεσι ξέναις·
ὣς κορδακισμ(ὸν) οὐκ ἔχ(ειν) ἐν σοὶ τόπον·
ἀλλὰ μελισμ(ὸν) ἐν μελησμῶι κ(υρίο)υ·
Ἥγνισε νοῦν, ἄγρυπν(ον) ὄμμα· κ(αὶ) φρέν(ας)·
κ(αὶ) σάρκα δυσκάθεκτον εἶξε τῶ λόγωι·
λειτουργ(ὸν) εἰργάσατο καθηγνισμ(ένον)·
θ(εο)ῦ τραπέζης δεξιὸν παραστάτ(ην)·
ἄλλ(οις) μεταδιδόντα τ(ῶν) μυστηρίω(ν)·
πολλ(οῖς) σὲ μυστήριον εὖ δεδειγμένον,
Διὰ τελεί(ας) πίστε(ως)· ὀρθοῦ λόγου·
δι’ εὐσεβεί(ας) ὑγιοῦς ἡδρασμένης·
δι’ ἧς δεδίττεις κοσμοκράτορ(ας) σκότους·
ἐχθρούς ἀπίστους δυσμενεῖς ἀντιθέους·
τὸ νηπιῶδες ἦθος ἐν γηραλέω
ψυχῆς ἀναστήματι μὴ δεδεγμένος·
Ἅπερ κυΐσκει τοὺς ἐχιδνώδεις τόκ(ους)·
τ(ὴν) τ(ῶν) κακ(ῶν) θάλα(σσαν) ἢ τ(ὴν) πλημμύραν·
τ(ὴν) τ(οῦ) σατᾶν δίαιταν ἢ τ(ὴν) ἑστίαν·
τὸ ναυά(γιον) τ(ὸν) κλύδωνα τ(ὸν) στρόφον· ‖
τ(ὴν) ἀπατουργ(ὸν) τ(ῶν) καλ(ῶν) ἀναιρέτιν·
τ(ὴν), ὧι καλεῖται, δεικνύουσαν τ(ὴν) φ(ύσιν)·
Ἐξ ἧς θ(εο)ῦ ἄρνησις, ἀν(θρώπ)ων φθόνος·
ἐξουδένωσις κρειττόνων οὐ κρειττόν(ων)·
ἐκστάσεως τὲ πρόδρομο(ς) κ(αὶ) μανίας·
πηγὴ θυμοῦ· κ(αὶ) ῥίζα τῆς βλασφημί(ας)·
πικρὸ(ς) δικαστής. ὑποκρίσεως θύρα·
στήριγμα. πύργο(ς). λαβύρινθο(ς) δαιμόνων·
Ῥίζης κακῆς ἤκουσ(ας) ὄρπηκ(ας) ἴσους·
καρποὺς ἀχρήστους κ(αὶ) σαπροὺς κ(αὶ) παγκάκ(ους)·
τῆς ὑπερηφα(νίας), ἡ βλασφημία·
κρύψις ἁμαρτήματος· ἀπρεπεῖς λόγ(οι).
οὐδὲν γὰρ οὕτω κρατύνει τοὺς δαίμο(νας)
κ(αὶ) τοὺς λογισμοὺς, (ὡς) τὸ λαθραίους ἔχειν.
Ἐντεῦθεν ὄντ(ως) τ(ὴν) πονηρίαν ἔγνων,
ἰσχύν δύναμ(ιν) λαμβάνουσ(αν) κ(αὶ) κράτος·
ἀσχημοσύν(ην) δαιμονιώδη· δόλον·
πένθους μακρυσμ(όν)· πρόξεν(ον) συμπτωμ(ά)τ(ων)·
ἰδιογνωμόρυθμ(ον)· ἄφρονα τρόπον·
ἥτις ἄφαντος γίνεται ποίω τρόπω·
Πράω ταπεινῶ μετρίω τῆ καρδία·
κ(αὶ) μισοθύμω κ(αὶ) μισοργιλοφθόνωι·
εὐσυμπαθήτ(ῳ) κ(αὶ) κατανενυγμένω·
φαιδρῶ γαληνῶ κ(αὶ) καθιλαρευμένω· ‖
εὐηνίω· χαίρ(ον)τι μὴ ζοφουμ(έν)ω·
περιμερίμνω σφαλμάτων τῶν ἰδίω(ν)·
Οὗτο(ς) λόγο(ς) σοι πν(ευμάτ)ων ὅρο(ς) νόμο(ς)·
ἐν εὐσεβεία σωμάτ(ων) πληρουμ(ένων)·
τὰ καθ’ ἑαυτ(οὺς) ἀνακρίν(ειν) κ(αὶ) μόνα·
ποι(εῖν) τὸ χρηστ(ὸν) εὐδιακρίτωι κρίσει·
εὑρ(εῖν) τὸ κακ(ὸν) κ(αὶ) μισεῖν ἐκ καρδίας·
ἀποστρέφεσθ(αι) τ(ὴν) ἀνυποταξί(αν).
Ἐπιστρέφεσθ(αι) τῆς λόγων ἡσυχίας·
κλείειν θύραν φθέγματο(ς)· ἢ γλώττης ὅλης·
ἔνδον πύλην πν(εύματο)ς. ἢ ψυχῆς ὅλης·
αὕτη γὰρ ἡσυχία· ταῦτα κυρίως·
δι’ ἧς ὁ παῦλ(ος) εἰς πόλεις διατρίβων,
ἄτριπτ(ον) ἀβάδιστ(ον) ἔτριψε τρίβο(ν)·
Ἣν τρι(ὰς) ἁπλῆ κ(αὶ) δυὰς συνιστάνει·
στάσις ἀκλινὴς σώματος κατακρίτ(ου)·
στεναγμὸ(ς) ἀλάλητο(ς)· εἷς βραχὺς λόγο(ς)·
νοὸς φυλακή· συνοχή τε καρδίας·
ταύτ(ην) γὰρ οἶδα πν(εύματο)ς κραυγὴν μόν(ην)·
οὐ τ(ὴν) διὰ στόματος· οὐ τ(ῶν) χειλέω(ν)·
Οὕτω σὺ ποι(ῶν) εἰς ἀπάθειαν φθάσεις·
βαίης γ(ὰρ) ἐγκάρδιον ἐς νοὸς πόλο(ν)·
ἀθύρματα, παίγνια. τ(ὰς) τ(ῶν) δαιμό(νων)
καλῶς νομίσεις μηχανοπλανουργίας· ‖
καταπατήσεις λῖν· δράκοντ(α) τ(ὸν) μ(έ)γ(αν)·
ὄφιν κεράστην· βασιλίσκον. ἀσπίδα·
Θ(ε)ῶ σχολάσεις κ(αὶ) παρεδρεύσεις μόνωι·
θ(εὸ)ν κατίδοις ἐν σχολῆ τῆ βελτέρα·
θ(ε)ῶ προσάψεις τ(οῦ) θ(εο)ῦ τ(ὴν) εἰκόνα·
τ(ὸν) νοῦν· τὸ πν(εῦμ)α τ(οῦ) παναχράντ(ου) λόγ(ου)·
οὐχὶ μερίσεις τ(ῷ) θ(ε)ῶ κ(αὶ) τ(ῷ) πλάνω.
τῆ (δὲ) τριάδι τριάδα συναγάγοις·
Ἣ σήμερόν σοι· κατ(ὰ) τ(όν)δε τ(ὸν) βί(ον),
ἵλαο(ς) ὀπτάνοιτο συμπαθεστάτη,
πταίσμασι τριτάτοισι τριμεροῦς χρόνου·
κατευοδοῦσα τὰ διαβούλιά σου·
κατευθύνουσα τὰ διαβήματά σου·
διεκτελοῦσα τὰ προσαιτήματά σου·
κἀκεῖ συνεντάττουσα χρηστοπατράσ(ιν)·
εὐχ(αῖς) π(ατ)ρ(ό)ς μ(ου) τ(οῦ) πανηγιασμένου·
Τοῦ λαμπροπυρσομορφογλωττοεργάτου·
κ(αὶ) πυρσολαμπρομορφορηματοτρόπου·
κ(αὶ) χρυσολιθομαργαροστεφοπλόκου·
νοῒ λόγω πν(εύματ)ι, κατεστεμμένου·
Ἀμήν ἀμ(ήν) ἀμήν γένοιτο κ(αὶ) πάλιν +
Type(s) [3071] Ψήγματα χρυσᾶ τοῖς Λυδοῖς αἱρεῖ λόγος (226 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 12th c.
Manuscript MOSCOW - Gosudarstvennyj Istoričeskij Musej (GIM) - Sinod. gr. 480 (Vlad. 193) [12th c.]
Place in Manuscript f. 4r-8v
Palaeographical information The title and some initials are written in red ink.

Corr. pr. m.
57 ἀδείλως] η sup. εί scr.
220 χρηστοπατράσ(ιν)] ϊ sup. η scr.
Contextual information The summary of each step of the Ladder in the epigram has been provided with a subtitle, written down in the margin. The scribe added marginal scholia as well. (cf. Meesters - Ricceri (2018: 296))
The epigram is preceded by another one, inc. 'Ἔχουσιν οἱ λειμῶνες ἄνθη ποικίλα'.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Bibliography
Number of verses 226
Related occurrence(s)
Acknowledgements
Transcriber(s)
Contributor(s)
Permalink https://dbbe.ugent.be/occurrences/29801
Last modified: 2020-06-05.