Occurrence 18839
(formerly occ/2235)

ἕτεροι στίχοι εἰς τὴν ἀρχὴν τοῦ αὐτοῦ κλίμακος· ἐν σχήματι | ἐγκωμίου, παραίνεσιν παρεισάγοντες· (καὶ) κλίμακα παριστῶν ἑτέραν· ἧς | μία ἑκάστη ἀνάβασις, δι’ ἓξ στίχων συνίσταται: προοίμιον τῆς διὰ στίχ(ων) κλίμακο(ς):
 
Ψήγματα χρυσᾶ τοῖς λυδοῖς αἱρεῖ λόγο(ς), |
πακτωλὸν ἐκρεῖν, ὄντα τοῦ τμώλου κάτω· |
ἀφ’ ὧν κροῖσος ὄγκωτο πεπλανημένο(ς)· |
βλακὰς ἄνους ὢν, ψαφαροῖς ἠρεισμένο(ς)· |
ὡς τοῦδε ῥεῦσις, ὕστερον παρεφθάρη: |
Καὶ τὴν γενειάδα δὲ περσῶν ὁ κράτωρ· |
ἔχων χρυσείων ἐκ πετάλων χρυσίνην, |
ἔχειν ἑαυτὸν δόξαν ᾖδε μακάρων: |
Μύρμηκες ἐπλούτιζον ἀπὸ βαθέων, |
ψάμμων, μελανῶν, ἰνδικῶν βροτῶν γένο(ς)· |
ἐπιρρέων ὁ νεῖλος ὥριος· τόποις |
αἰγυπτιακοῖς, πλοῦτον ἐκ τῶν ὁρίων, |
πολὺν ἐποίει φαραωνίτας ἔχειν: |
ἀγάλλεταί τις ὄρνισιν· ἄλλος φυτοῖς· |
λίθοις τιμίοις, ἄλλος· ἄλλος μαργάροις· |
σοί δ’ οὐ φθιτόν τι (καὶ) διαρρέον χρόνῳ, |
περιφιλεῖται στέργεται πεπνυμένε· |
ἀλλ’ ἄφθιτον καὶ κρεῖττον ὧν ἄν τις φράσοι |
ὁποῖον ἴσως ἀγνοῶν ἔροιτό τις· |
λόγος τὸ μεῖζον· ὃν παρέσχε σοι, λόγος· |
ὃν νοῦς βρότειος· (καὶ) πολὺς ἱδρώς: πόνο(ς)· |
Καὶ πίστις ἐκράτυνε καρτερωτάτη· |
τὸ, τῶν παθῶν ἴαμα τῶν ἑκατέρω(ν), |
τὸ φῶς τὸ φαῖνον, φῶς ὑπέρτατον λία(ν)· |
φωτίζον ἅπαν ἀμέσως φῶς ἐμμέσως· |
δι’ οὗ τὸ δισσὸν ἔργον ἔγνως τοῦ φάους· |
κόσμον παραρρέοντα (καὶ) παρηγμένον, |
κόσμον διαμένοντα (καὶ) πεπηγμένον· |
τὴν φύσιν αὐτῶν, ποῖα τὰ τούτ(ων) τέλη· |
ἤ μᾶλλον εἰπεῖν, τέκμαρ ἀρχὴ, τῶν δύο· |
δι’ οὗ τὰ συμφέροντα ταῖς εὐπραξίαις· |
ἐν ὀρθότητι τοῦ νοὸ(ς) κινημάτων, |
ἔμαθες ἠγάπησας, αὐτὰ προκρίνω(ν):- |
Αἴγυπτον ἐξέφυγες ἐσκοτισμένην· |
ἡδυπάθειαν ἀνάπαυσιν σαρκίου· |
καὶ φαραώ τύραννον αὐτῆς τὸν μέγαν· |
τὸ σαρκικὸν φρόνημα· τὸν κενὸν βίον· |
ἐπιστάτας τε τοὺς βαρεῖς ἔργων δότ(ας) |
λογισμορέκτας παθῶν συγκαταθέσεις· |
οὐ πρὶν μισήσας ὕστερον μεταμέλῃ, |
ὡς λὼτ γύναιον· κἂν γὰρ ἐν μέσοις στρέφη, |
ἄκραν ἀπροσπάθειαν ἐν μέσοις ἔχεις |
ἐγκάρδιον λείψανον οὐκ ἔστι λύπης, |
ἐπὶ στερήσει πραγμάτων μοχθηρί(ας)· |
καὶ τὰ προσόντα παρέχεις χωρὶς βί(ας), |
ἀλλοτριοῖς πῶς σαυτὸν ἐκ τῶν ἰδίων· |
ἀποξενοῖς πῶς σαυτὸν, ἐξ ἀλλοτρίων· |
ὅπως ξενισθῆς ἐν ξένοις, ξένος γίνῃ |
ἀποξενούντων τοὺς ξένους σφῶν, | ἐκ ξένω(ν)· ||
ἄγνωστον ἀπόκρυφον εὖ βιοὺς, βίον· |
δυσδιάκριτον λανθάνοντα μυρίους· |
Μάρπτεις διώκεις τὴν ἀνυποταξίαν· |
καθυποτάττων σάρκα τῷ πν(εύματ)ί σου· |
ἔχεις ἔλεγχον τὴν συνείδησιν μόνην· |
πρὸ τοῦ βαδίσαι τήνδε τὴν ὁρωμένην, |
ὑπακοὴν ἔφθασας εἰς νοουμένην· |
τρέχεις ἀδήλως· ἑσταὼς, ἄνω τρέχεις· |
Ἐπιγινώσκεις τῶν παθῶν τὰς αἰτίας· |
καταγινώσκεις ναυάτου φλυαρίας· |
καταισχύνεις ἐκεῖνον, ἐν ταῖς αἰσχύναις· |
καὶ ταύτας αὐτὰς αἰσχύνεις ἐν αἰσχύνη· |
διαδιδράσκων τὴν μένουσαν αἰσχύνην |
ᾗ πᾶσι πάντα φαίνεται κεκρυμμένα: |
Τέγγεις ὑγραίνεις τὰς παρειάς σου βρέχεις, |
μνήμῃ θανάτου καὶ τελευταία κρίσει· |
καὶ τοντορύζεις ἡρέμα σαυτῷ λέγων· |
νῦν εὐτρεπίζου πάντοτε πρὸς τὸν τάφον· |
καὶ γὰρ προπέμπων τὴν ἀναπνοὴν ἔτι, |
οὐκ οἶδας εἰ σπάσειας ἄλλην συρμάδα: |
Στένεις βύθιον ἀνατυποῖς κραδίῃ· |
χάος καταχθόνιον ἄποσον βάθος· |
ἄσβεστον ἀφώτιστον ἄπλετον φλόγα· |
καὶ καταδύσεις ὑπογείων σχισμάτω(ν)· |
οἰκτράς σκοτεινὰς χαλεπὰς τεθλιμμένας· |
πασῶν βασάνων εἰκόνας αἰωνίων· |
Ὀξυχολίας καὶ θυμοῦ δι’ ὧν φλόγα, |
καταπραΰνεις (καὶ) μαραίνεις σβεννύεις· |
ἐν οἷς ἀκούεις οὐ θυμαλγεῖς ὡς νάβαλ· |
ἐν οἷς σὺ λαλεῖς, ὡς ἀβιγαία λέγεις· |
οὐδέν τι δυσάντητον ἐστυγημένον |
λαλεῖς καχλάζων εἰσορᾶς ἀναζέων: |
Ἀλλ’ οὐδὲ κρύπτεις ὡς κάμηλος κακίαν· |
ἐν κωδίω τὸν λύκον· ἐν κόλποις ὄφιν· |
ξύλῳ σαθρῶ σκώληκα, τὴν μῆνιν πράω· |
κεύθων μὲν ἄλλα καρδίας ἐν τῷ βάθει· |
ἄλλα δὲ βάζων γλυκέροισι χειλέοις· |
ἐν ἡδύτητι πικρίας ἁμαρτάνων: |
Λαλεῖς δὲ λοιπὸν ὡς ἔχεις ἐν κρυφίῳ· |
κἂν μικρὸν ἐκστῆς, συντόμως ἐπανάγῃ· |
οὐκ εκδαπανῶν ἐν νόθοις ἡσυχίοις |
τὴν ἀγκαλίδα τὴν μερίδα τοῦ λόγου· |
εἴτ’ αὖ μιαίνων ἀγάπης ὑποκρίσει· |
καὶ τῇ μελήσει τοῦ καταλαλουμένου, |
Εὐτράπελόν τι λαμυρὸν πλέκων ἔπο(ς)· |
λαρὸν προσηνὲς ἡδὺ καὶ μεμιγμένο(ν)· |
αὐτὸ πλατύνων κρασπέδοις τοῖς ἐκ λίνου· |
εἰ μὴ γὰρ ἔξω νοῦς γένηται τῆς ἔδρας, |
παρεκτροπὰς ἐάσας ἰδίας βλέπειν, |
ἄλλως ἐς ἄλλων οὐ παρακύπτει κρίσιν: |
Τὸ ψεῦδος ἐξ ὧν λαμβάνει παρρησία(ν)· |
ὃ τὴν ἀγάπην ἀποκόπτει ῥιζόθεν· |
ἐγκρίς· γλύκασμα· δόρπος· ἀπάτη· βέλο(ς)· |
ὁ γοῦν ἀγάπην καὶ κατάνυξιν ἔχων, |
÷ ψεῦδος τὸ κακὸν, υπαλύξειν ἰσχύει· |
ἐν οἷς ὅτε χρὴ πρὸς ῥαὰβ ἀποβλέπω(ν): |
Ἐντεῦθεν εἰπὲ χρήσομαι πῶς τῶ λόγω· |
εἰς ἐξέτασιν τῆς ἀκηδίας φθάσας· |
πενθεῖς σὺ σαυτὸν ὡς ἔφην ἀνωτέρω, |
πενθικὸν ἧτορ οἶδε τὴν ἀκηδίαν, |
μνήμῃ παλαῖον κρίσεως τῆς ἐσχάτης, |
ἥκιστα συμφήσειε πᾶς μνημημόρος· |
Χαῦνον πλαδαρὸν ὑγρὸν ἐκλελυμένον, |
βίον διώκεις ἀπελαύνεις μακρόθεν· |
καὶ τὸν, σκοτεινὸν ἐκτελοῦντα τὸν νόα |
δειλόν τε δυσκίνητον ἐξ ἀσιτίας· |
στυγνὸν κατηφῆ δεινὸν ἄφιλον λόγοις· |
ἅπερ γινώσκων, τὴν μέσην στείβεις στίβο(ν)· |
Δηλοῖ δὲ ταύτην τὴν μεσόρροπον τρίβον, |
ἡ σωφροσύνη σαρκίου καθαρότης· |
ῥύψις τελεία σαρκικῶν μιασμάτω(ν) |
ἀφθαρτοσωματώσεις ἁγνείας κράτο(ς)· |
ἣ θλαδίαν δείκνυσι σιδήρου δίχα· |
τὸ λευϊτικὸν ἀξίωμα κ(υρίο)υ· |
Ἆρ’ οὖν νικήσας τὴν φύσιν ὑπὲρ φύσιν· |
τὸν φυσικὸν κίνδυνον ὑπαλυσκάσ(ας)· |
φιλαργυρίας ἀγχόνῃ καταπνίγῃ, |
οὐκ ἔστιν εἰπεῖν· μάρτυρές μοι μυρίοι· |
καὶ πρῶτος αὐτὸς τῆς ἀφιλαργυρί(ας), |
κῆρυξ μέγιστος δωρεῶν ὑπερπόσω(ν): |
Οὐκ ἠγνόησα σὸν μακάριον πάθος· |
φιλοκρινῶ σου φιλοτιμοδωρίας· |
διδοὺς, γέγηθας· μὴ διδοὺς, ἀλγεῖς σφόδρα· |
πολλῶν ἐρᾶς οὐχ’ ἵν ἀποκλείσης ἔσω· |
ἀλλ’ ἵνα πολλοῖς πολλὰ πολλὰ σκορπίσης· |
καὶ τοῦτο πολλῶν διολισθαίνει φρέν(ας)· |
Ὥσπερ τὸ χαίρειν ἐν καλαῖς μελωδίαις |
ψάλλειν ἀνυμνεῖν εὐλογεῖν τὸν δεσπότη(ν) ||
ἐν ἑσπεριναῖς ἡμεριναῖς ἐννύχοις: |
εὐχαῖς λιταῖς τε παραστάσεσι ξέναις· |
ὡς κορδακισμὸν οὐκ ἔχειν ἐν σοὶ τόπ(ον)· |
αλλὰ μελισμὸν, ἐν μελισμῷ κ(υρίο)υ· |
Ἥγνισε νοῦν ἄγρυπνον ὄμμα καὶ φρέν(ας)· |
καὶ σάρκα δυσκάθεκτον εἶξε τῶ λόγω· |
λειτουργὸν εἰργάσατο καθηγνισμένον |
θ(εο)ῦ τραπέζης δεξιὸν παραστάτην |
ἄλλοις μεταδιδόντα τῶν μυστηρίων· |
πολλοῖς σὲ μυστήριον εὖ δεδειγμένον; |
Διὰ τελείας πίστεως· ὀρθοῦ λόγου |
δι’ εὐσεβείας ὑγιοῦς ἠδρασμένης· |
δι’ ἧς δεδίττεις κοσμοκράτορας σκότους· |
ἐχθροὺς ἀπίστους δυσμενεῖς ἀντιθέους· |
τὸ νηπιῶδες ἦθος ἐν γηραλέω |
εὐχῆς ἀναστήματι μὴ δεδεγμένος· |
Ἅπερ κυΐσκει τοὺς ἐχιδνώδεις τόκους· |
τὴν τῶν κακῶν θάλασσαν, ἢ τὴν πλημμύραν· |
τὴν τοῦ σατᾶν δίαιταν, ἢ τὴν ἐστίαν· |
τὸ ναυάγιον τὸν κλύδωνα τὸν στρόφον· |
τὴν ἀπατουργὸν τῶν καλῶν ἀναιρέτιν· |
τὴν, ᾧ καλεῖται, δεικνύουσαν τὴν φύσιν· |
Ἐξ ἧς θ(εο)ῦ ἄρνησις ἀν(θρώπ)ων φθόνος· |
ἐξουδένωσις κρειττόνων, οὐ κρειττόνω(ν)· |
ἐκστάσεώς τε πρόδρομος (καὶ) μανίας· |
πηγὴ θυμοῦ (καὶ) ῥίζα τῆς βλασφημίας· |
πικρὸς δικαστὴς, ὑποκρίσεως θύρα· |
στήριγμα· πῦργος· λαβύρινθος δαιμόνω(ν)· |
Ῥίζης κακῆς ἤκουσας ὅρπηκας ἴσους· |
καρποὺς ἀχρήστους· (καὶ) σαπροὺς (καὶ) παγκάκους· |
τῆς ὑπερηφανίας, ἡ βλασφημία· |
κρύψις ἁμαρτήματος ἀπρεπεῖς λόγοι· |
οὐδὲν γὰρ οὕτω κρατύνει τοὺς δαίμον(ας)· |
καὶ τοὺς λογισμοὺς, ὡς τὸ, λαθραίους ἔχειν· |
Ἐντεῦθεν ὄντως τὴν πονηρίαν ἔγνων· |
ἰσχὺν δύναμιν λαμβάνουσαν (καὶ) κράτος· |
ἀσχημοσύνην δαιμονιώδη δόλον· |
πένθους μακρυσμὸν· πρόξενον συμπτωμ(ά)τ(ων)· |
ἰδιογνωμόρυθμον ἄφρονα τρόπον· |
ἥτις ἄφαντος γίνεται ποίω τρόπῳ, |
Πράω ταπεινῷ, μετρίω τῇ καρδία· |
καὶ μισοθύμῳ καὶ μισοργιλοφθόνῳ· |
συσυμπαθήτω καὶ κατανενυγμένῳ |
φαιδρῷ γαληνῷ καὶ καθιλαρευμένῳ· |
εὐηνίῳ χαίροντι μὴ ζοφουμένω· |
περιμερίμνῳ σφαλμάτων τῶν ἰδίω(ν)· |
Οὗτος λόγος σοι πν(ευμάτ)ων ὅρος νόμος· |
ἐν εὐσεβείᾳ σωμάτων πληρουμένων· |
τὰ καθ’ ἑαυτοὺς ἀνακρίνειν (καὶ) μόνα |
ποιεῖν τὸ χρηστὸν εὐδιακρίτῳ κρίσει· |
εὑρεῖν τὸ κακὸν (καὶ) μισεῖν ἐκ καρδίας· |
ἀποστρέφεσθαι τὴν ἀνυποταξίαν· |
Ἐπιστρέφεσθαι τῆς λόγων ἡσυχίας· |
κλείειν θύραν φθέγματος ἢ γλώττης ὅλης· |
ἔνδον πύλην πν(εύματο)ς ἢ ψυχῆς ὅλης· |
αὕτη γὰρ ἡσυχία ταῦτα κυρίως· |
δι’ ἧς ὁ παῦλος εἰς πόλεις διατρίβων, |
ἄτριπτον ἀβάδιστον ἔτριψε τρίβον |
Ἣν τριὰς ἁπλῆ (καὶ) δυὰς συνιστάνει· |
στᾶσις ἀκλινὴς σώματος κατακρίτου· |
στεναγμὸς ἀλάλητος εἷς βραχὺς λόγο(ς)· |
νοὸς φυλακὴ συνοχή τε καρδίας· |
ταύτην γὰρ οἶδα πν(εύματο)ς κραυγὴν μόνην· |
αὐτὴν διὰ στόματος οὐ τῶν χειλέων· |
Οὕτω σὺ ποιῶν, εἰς ἀπάθειαν φθάσεις· |
βαίης γὰρ ἐγκάρδιον ἐς νοὸς πόλον |
ἀθύρματα παίγνια, τὰς τῶν δαιμόν(ων) |
καλῶς νομίσεις μηχανοπανουργίας· |
καταπατήσεις λῖν· δράκοντα τὸν μέγαν· |
ὄφιν κεραστὴν, βασιλίσκον ασπίδα· |
Θ(ε)ῶ σχολάσεις καὶ παρεδρεύσεις μόνω· |
θ(εὸ)ν κατίδοις ἐν σχολῇ τῇ βελτέρᾳ· |
θ(ε)ῶ προσάψεις τοῦ θ(εο)ῦ τὴν εἰκόνα· |
τὸν νοῦν τὸ πν(εῦμ)α τοῦ παναχράντου λογου |
οὐχὶ μερίσεις τῶ θ(ε)ῷ καὶ τῷ πλάνῳ |
τῇ δὲ τριάδι, τριάδα συναγάγεις· |
Ἡ σήμερόν σοι κατὰ τόνδε τὸν βίον· |
ἵλαος ὀπτάνοιτο συμπαθεστάτη· |
πταίσμασι τριτάτοισι τριμεροῦς χρόνου· |
κατευοδοῦσα τὰ διαβούλιά σου· |
κατευθύνουσα τὰ διαβήματά σου· |
διεκτελοῦσα τὰ προσαιτήματά σου |
κἀκεῖ συνεντάττουσα. χριστοπ(ατ)ράσιν· |
εὐχαῖς π(ατ)ρός μου τοῦ πανηγιασμένου· |
Τοῦ λαμπροπυρσομορφογλωττοεριάτου· |
καὶ πυρσολαμπρομορφορηματοτρόπου· |
καὶ χρυσολιθομαργαροστεφοπλόκου |
νοῒ λόγῳ πν(εύματ)ι κατεστεμμένου· |
ἀμὴν ἀμὴν ἀμὴν γένοιτο καὶ πάλιν:-
Type(s) [3071] Ψήγματα χρυσᾶ τοῖς Λυδοῖς αἱρεῖ λόγος (226 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 12th c.
Manuscript MOSCOW - Gosudarstvennyj Istoričeskij Musej (GIM) - Sinod. gr. 229 (Vlad. 192) [12th c.]
Place in Manuscript f. 1v-2v
Palaeographical information The title and initials are written in red ink.
Written in two columns, to be read horizontally.

57 ἀδήλως ] ει sup. ή scr.
Contextual information The summary of each step of the Ladder in the epigram has been provided with a subtitle, written down in the margin. (cf. Meesters - Ricceri (2018: 296))
A note in prose at the end of the epigram mentions that the poem consists of 222 vv. instead of the actual number of 226 vv.: '+ στίχοι τοῦ κλίμακο(ς), διακόσιοι εἴκοσι (καὶ) δύο· τοῦ δὲ κήπου, ἑκατὸν (καὶ) δύο· ὁμοῦ ἀμφότεροι τριακόσιοι (...)'.

The epigram is preceded by another poem, inc. 'Ἔχουσι οἱ λειμῶνες ἄνθη ποικίλα'.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Bibliography
Number of verses 226
Related occurrence(s)
Acknowledgements
Transcriber(s)
Permalink https://dbbe.ugent.be/occurrences/18839
Last modified: 2020-06-05.