Occurrence 21465
(formerly occ/5284)

Στίχοι εις τὴν ἀρχὴν τῆς κλίμακο(ς), εν σχημ(α)τ(ι) | ἐγκωμιου· παραίνεσιν παρεισάγοντες, (καὶ) | κλίμακα παριστῶντες ἑτέρ(αν)· ἧς μία ἑκάστη | ἀνάβασις, δι᾽ ἑξ στίχων συνίσταται :- | + προοίμ(ιον) τῆς διὰ στίχ(ων) κλίμακο(ς) :-
 
Ψήγματα χρυσᾶ. τοῖς λυδοῖς αἱρεῖ λόγος, |
πακτωλὸν ἐκρεῖν· ὄντα τοῦ τμώλου κάτω· |
ὑφ’ ὧν κροῖσος ὤγκωτο πεπλανημένος· |
βλακὰς ἄνους ὤν. ψαφαροῖς ἠρεισμένος· |
ὡς τοῦδε ῥεῦσις, ὕστερον παρεφθάρη· |
Καὶ τὴν γενειάδα δὲ περσῶν ὁ κράτωρ |
ἔχων χρυσείων ἐκ πετάλων χρυσίνην, |
ἐχειν ἑαυτὸν δόξαν ἦδε μακάρων· |
Μύρμηκες ἐπλούτιζον ἀπὸ βαθέων |
ψάμμων, μελανῶν ἰνδικῶν βροτ(ῶν) γένος. |
Ἐπιρρέων ὁ νεῖλος ὥριος· τόποις |
αἰγυπτιακοῖς, πλοῦτον ἐκ τῶν ὡρί(ων), |
πολὺν ἐποίει φαραωνίτας ἔχειν. |
Ἀγάλλεταί τις ὄρνισιν· ἄλλος, φυτοῖς· |
λίθοις τιμίοις ἄλλος· ἄλλος μαργάροις· |
σοί δ’ οὐ φθιτόν τι (καὶ) διαρρέον χρόνωι· |
περιφιλεῖται στέργεται πεπνυμένε· |
ἀλλ’ ἄφθιτον καὶ κρεῖττον ὧν ἄν τις φράσοι· |
ὁποῖον ἴσως ἀγνοῶν ἔροιτό τις· |
λόγος· τὸ μεῖζον ὧν παρέσχε σοι λόγος· |
ὃν νοῦς βρότειο(ς)· (καὶ) πολὺς ἱδρὼς· πόνος· |
(καὶ) πίστις ἐκράτυνε καθαρωτάτη· |
Τὸ τῶν παθῶν ἴαμα τῶν ἑκατέρων· |
τὸ φῶς τὸ φαῖνον φῶς ὑπέρτατον λί(αν)· |
φωτίζον ἅπαν ἀμέσως φ(ῶς) ἐμμέσ(ως)· ǁ
Δι’ οὗ τὸ δισσὸν ἔργον ἔγνως τοῦ φάους· |
κόσμον παραρρέοντα (καὶ) παρηγμένον· |
κόσμον διαμένοντα καὶ πεπηγμένον· |
τὴν φύσιν αὐτῶν· ποῖα τὰ τούτ(ων) τέλη· |
ἢ μᾶλλον εἰπεῖν, τέκμαρ· ἀρχὴν τῶν δύο· |
Δι’ οὗ τὰ συμφέροντα ταῖς εὐπραξίαις, |
ἐν ὀρθότητι τῶν νοὸς κινημάτων, |
ἔμαθες· ἠγάπησας αὐτὰ προκρίνων: |
Αἴγυπτον ἐξέφυγες ἐσκοτισμένην· |
ἡδυπάθειαν ἀνάπαυσιν σαρκίου· |
(καὶ) φαραὼ τύρανν(ον) αὐτῆς τὸν μέγα(ν) |
τὸ σαρκικὸν φρόνημα· τ(ὸν) κενὸν βί(ον) |
ἐπιστάτας τε τοὺς βαρεῖς ἔργων δότ(ας)· |
λογισμορέκτας· παθοσυγκαταθέσεις: |
Οὐ πρὶν μισήσας, ὕστερον μεταμέλη, |
ὡς λὼτ γύναι(ον)· κἂν γὰρ ἐν μέσοις στρέφη, |
ἄκραν ἀπροσπάθειαν ἐν μέσοις ἔχεις· |
ἐγκάρδιον λείψανον οὐκ ἔστι λύπης, |
ἐπὶ στερήσει πραγμάτ(ων) μοχθηρίας· |
(καὶ) τὰ προσόντα παρέχεις χωρὶς βί(ας): |
Ἀλλοτριοῖς π(ως) σαυτὸν ἐκ τῶν ἰδίων· |
ἀποξενοῖς πως σαυτὸν ἐξ ἀλλοτρίων· |
ὅπως ξενισθῆς ἐν ξένοις ξένος γίνῃ· |
ἀποξενούντ(ων) τοὺς ξένους σφῶν ἐκ ξέν(ων)· |
ἄγνωστον ἀπόκρυφ(ον) εὖ βιοὺς βίον· |
δυσδιάκριτον. λανθάνοντα μυρίους· |
Μάρπεις διώκεις τὴν ἀνυποταξίαν· |
καθυποτάττων σάρκα τῷ πν(εύματ)ί σου· |
ἔχεις ἔλεγχον τὴν συνείδησιν μόνην· |
πρὸ τοῦ βαδίσαι τήνδε τὴν ὁρωμένην, |
ὑπακοὴν ἔφθασας εἰς νοουμένην· ǁ
τρέχεις ἀδείλως· ἑστα(ὼς), ἄνω τρέχεις: |
Ἐἐπιγινώσκεις τῶν παθῶν τὰς αἰτίας· |
καταγινώσκεις ναυάτου φλυαρίας· |
καταισχύνεις ἐκεῖνον ἐν ταῖς αἰσχύναις· |
καὶ ταύτας αὐτὰς αἰσχύνεις ἐν αἰσχύνῃ· |
διαδιδράσκ(ων) τὴν μένουσαν αἰσχύνην· |
ᾗ πᾶσι πάντα φαίνεται κεκρυμμένα: |
Τέγγεις ὑγραίνεις τὰς παρειάς σου βρέχ(εις), |
μνήμῃ θανάτου (καὶ) τελευταία κρίσει· |
(καὶ) τονθορύζεις ἠρέμα σαυτῶ λέγων· |
νῦν εὐτρεπίζου· πάντοτε πρὸ(ς) τὴν κρί(σιν)· |
(καὶ) γὰρ προπέμπων τὴν ἀναπνοὴν ἔτι, |
οὐκ οἶδας εἰ σπάσειας ἄλλην συρμάδα: |
Στένεις βύθιον· ἀνατυποῖς κραδίῃ, |
χάος καταχθόνιον ἄποσον βάθος· |
ἄσβεστον. ἀφώτιστον· ἄπλετον φλόγα. |
(καὶ) καταδύσεις ὑπογείων σχισμάτων· |
οἰκτρὰς σκοτεινὰς χαλεπὰς τεθλιμμέν(ας)· |
πασῶν βασάνων εἰκόνας αἰωνίων: |
Οξυχολίας (καὶ) θυμοῦ. δι’ ὧν φλόγα, |
καταπραΰνεις καὶ μαραίνεις, σβεννύ(εις)· |
ἐν οἷς ἀκούεις, οὔ θυμαλγεῖς ὡς νάβαλ· |
ἐν οἷς σὺ λαλεῖς ὡς ἀβιγαία λέγεις· |
οὐδέν τι δυσάντητον ἐστυγημένον, |
λαλεῖς καχλάζων. εἰσορᾶς ἀναζέων. |
Ἀλλ’ οὐδὲ κρύπτεις ὡς κάμηλο(ς) κακίαν· |
ἐν κωδίῳ τὸν λύκον· ἐν κόλποις ὄφιν· |
ξύλῳ σαθρῷ σκώληκα· τὴν μῆνιν, πράῳ· |
κεύθων μὲν ἄλλα καρδίας ἐν τῷ βάθει· |
ἄλλα δὲ βάζων λευκέροισι χειλέοις, |
ἐν ἡδύτητι πικρίας, ἁμαρτάνων: ǁ
Λαλεῖς δὲ λοιπὸν ὡς ἔχεις ἐν κρυφίῳ· |
κἂν μικρὸν ἐκστῆς, συντόμως ἐπανάγῃ· |
οὐκ ἐκδαπανῶν ἐν νόθοις ἡσυχίοις, |
τὴν ἀγκαλίδα τὴν μερίδα τοῦ λόγου, |
εἶτ’ αὖ μιαίνων ἀγάπης ὑποκρίσει. |
(καὶ) τῆ μελήσει τοῦ καταλαλουμένου: |
Εὐτράπελόν τι λαμυρὸν πλέκ(ων) ἔπο(ς)· |
λαρὸν προσηνὲς ἡδὺ (καὶ) μεμιγμένον· |
αὐτὸ πλατύνων κρασπέδοις τοῖς ἐκ λίνου· |
εἰ μὴ γὰρ ἔξω νοῦς γένηται τῆς ἕδρας· |
παρεκτροπὰς ἑάσας ἰδίας βλέπειν, |
ἄλλως ἐς ἄλλων οὐ παρακύπτει κρίσιν· |
Τὸ ψεῦδος ἐξ ὧν λαμβάνει παρρησίαν· |
ὃ τὴν ἀγάπην ἀποκόπτει ῥιζόθεν· |
ἐγκρὶς· γλύκασμα· δόρπο(ς)· ἀπάτη· βέλο(ς)· |
ὁ γοῦν ἀγάπην (καὶ) κατάνυξιν ἔχων, |
ψεῦδος τὸ κακὸν ὑπαλύξειν ἰσχύει· |
ἐν οἷς ὅτε χρὴ· πρὸς ῥαὰβ ἀποβλέπ(ων). |
Ἐντεῦθεν εἰπὲ χρήσομαι πῶς τῶ λόγω· |
εἰς ἐξέτασιν τῆς ἀκηδίας φθάσας· |
πενθεῖς σὺ σαυτόν ὡς ἔφην ἀνωτέρω· |
πενθικὸν ἦτορ. οἶδε τὴν ἀκηδίαν, |
μνήμη παλαῖον κρίσεως τῆς ἐσχάτης; |
ἥκιστα· συμφήσειε πᾶς μνημημόρος: |
Χαῦνον πλαδαρ(ὸν) ὑγρὸν ἐκλελυμένον· |
βίον διώκεις ἀπελαύνεις μακρόθεν· |
(καὶ) τὸν σκοτεινὸν ἐκτελοῦντα τὸν νόα· |
δειλόν τε δυσκίνητον ἐξ ἀσιτίας· |
στυγνὸν κατηφῆ δεινὸν ἄφιλον λόγοις· |
ἅπερ γινώσκων, τὴν μέσην στείβ(εις) στίβ(ον)· ǁ
Δηλοῖ δὲ ταύτην τὴν μεσόρροπ(ον) τρίβον, |
ἡ σωφροσύνη σαρκίου καθαρότης· |
ῥύψις τελεία σαρκικῶν μιασμάτων· |
ἀφθαρτοσωμάτωσις ἁγνείας κράτο(ς)· |
ἣ, θλαδίαν δείκνυσι σιδήρου δίχα, |
τὸ λευϊτικὸν ἀξίωμα κ(υρίο)υ. |
Ἆρ’ οὖν νικήσας τὴν φύσιν ὑπὲρ φύσιν· |
τὸν φυσικ(ὸν) κίνδυνον ὑπαλυσκάσας |
φιλαργυρίας ἀγχόνῃ κατεπνίγη; |
οὐκ ἔστιν εἰπεῖν· μάρτυρές μοι μυρίοι. |
(καὶ) πρῶτο(ς) αὐτὸς τῆς ἀφιλαργυρίας |
κῆρυξ μέγιστος· δωρεῶν ὑπερπόσων· |
Οὐκ ἠγνόησα σὸν μακάριον πάθος· |
φυλοκρινῶ σου φιλοτιμοδωρίας· |
διδοὺς, γέγηθας· μὴ διδοὺς, ἀλγεῖς σφόδρα· |
Πολλ(ῶν) ἐρᾶς οὐχ’ ἵν’ ἀποκλείσης ἔσω, |
ἀλλ’ ἵνα πολλοῖς πολλὰ πολλὰ σκορπίσ(ης)· |
(καὶ) τοῦτο πολλῶν διολισθαίνει φρέν(ας): |
Ὥσπερ τὸ χαίρειν ἐν καλαῖς μελωδί(αις)· |
ψάλλ(ειν) ἀνυμνεῖν εὐλογεῖν τὸν δεσπότ(…). |
ἐν ἑσπεριναῖς ἡμεριναῖς ἐννύχοις, |
εὐχαῖς λιταῖς τε παραστάσεσι ξέναις· |
ὣς κορδακισμὸν οὐκ ἔχ(ειν) ἐν σοὶ τόπον· |
ἀλλὰ μελισμὸν ἐν μελησμῷ κ(υρίο)υ: |
Ἥγνισε νοῦν ἄγρυπνον ὄμμα (καὶ) φρέν(ας). |
(καὶ) σάρκα δυσκάθεκτον εἶξε τῷ λόγωι, |
λειτουργὸν εἰργάσατο καθηγνισμένον, |
θ(εο)ῦ τραπέζης δεξιὸν παραστάτην, |
ἄλλοις μεταδιδόντα τῶν μυστηρί(ων)· |
πολλοῖς σὲ μυστήριον εὖ δεδειγμέν(ον), |
Διὰ τελείας πίστε(ως)· ὀρθοῦ λόγου· |
δι’ εὐσεβείας ὑγιοῦς ἡδρασμένης· ǁ
δι’ ἧς δεδίττεις κοσμοκράτορ(ας) σκότους· |
ἐχθροὺς ἀπίστους δυσμενεῖς ἀντιθέους· |
τὸ νηπιῶδες ἦθος ἐν γηραλέω |
ψυχῆς ἀναστήματι μὴ δεδεγμένος: |
Ἅπερ κυΐσκει τοὺς ἐχιδνώδεις τόκους· |
τὴν τῶν κακῶν θάλα(σσαν) ἢ τὴν πλημμύρ(αν)· |
τὴν τοῦ σατᾶν δίαιταν ἢ τὴν ἑστίαν· |
τὸ ναυάγιον. τὸν κλύδωνα. τὸν στρόφον |
τὴν ἀπατουργ(ὸν) τῶν καλῶν ἀναιρέτιν· |
τὴν, ᾧ καλεῖται δεικνύουσαν τὴν φύσιν: |
Ἐξ ἧς θ(εο)ῦ ἄρνησις, ἀν(θρώπ)ων φθόνος· |
ἐξουδένωσις κρειττόνων οὐ κρειττόνων· |
ἐκστάσεώς τε πρόδρομο(ς) καὶ μανίας· |
πηγὴ θυμοῦ· (καὶ) ῥίζα τῆς βλασφημίας· |
πικρὸς δικαστὴς· ὑποκρίσε(ως) θύρα· |
στήριγμα. πύργος· λαβύρινθο(ς) δαιμόνων: |
Ρίζης κακῆς ἤκουσας ὄρπηκας ἴσους, |
καρποὺς ἀχρήστους (καὶ) σαπροὺς (καὶ) παγκάκ(ους), |
τῆς ὑπερηφανίας, ἡ βλασφημία, |
κρύψις ἁμαρτήματο(ς)· ἀπρεπεῖς λόγοι· |
οὐδέν γαρ οὕτω κρατύνει τοὺς δαίμον(ας) |
(καὶ) τοὺς λογισμοὺς, ὡς τὸ λαθραίους ἔχειν: |
Ἐντεῦθεν ὄντως τὴν πονηρίαν ἔγνων, |
ἰσχὺν δύναμιν λαμβάνουσαν (καὶ) κράτος· |
ἀσχημοσύνην δαιμονιώδη· δόλον· |
πένθους μακρυσμ(ὸν)· πρόξενον συμπτωμ(ά)τ(ων)· |
ἰδιογνωμόρυθμον. ἄφρονα τρόπον· |
ἥτις ἄφαντος γίνεται, ποίῳ τρόπωι: |
Πράῳ ταπεινῷ μετρίῳ τῇ καρδίαι· |
(καὶ) μισοθύμῳ· (καὶ) μισοργιλοφθόνωι· |
εὐσυμπαθήτωι (καὶ) κατανενυγμένωι, |
φαιδρῷ γαληνῷ (καὶ) καθιλαρευμ(έν)ω· ǁ
εὐηνίω. χαίροντ(ι) μὴ ζοφουμ(έν)ω·
περιμερίμνω σφαλμάτ(ων) τ(ῶν) ἰδίων: |
Οὗτος λόγος σοι πν(ευμάτ)ων ὅρος νόμος· |
ἐν εὐσεβεία σωμάτ(ων) πληρουμένων· |
τὰ καθ’ ἑαυτοὺς ἀνακρίνειν (καὶ) μόνους· |
ποιεῖν τὸ χρηστὸν, εὐδιακρίτῳ κρίσει· |
εὑρεῖν τὸ κακὸν, (καὶ) μισεῖν ἐκ καρδί(ας). |
ἀποστρέφεσθαι τὴν ἀνυποταξίαν: |
Επιστρέφεσθαι τῆς λόγων ἡσυχίας. |
κλείειν θύραν φθέγματο(ς)· ἢ γλώττης ὅλ(ης)· |
ἔνδον πύλην πν(εύματο)ς· ἢ ψυχῆς ὅλης· |
αὕτη γαρ ἡσυχία· ταῦτα κυρίως· |
δι’ ἧς ὁ παῦλος εἰς πόλεις διατρίβ(ων), |
ἄτριπτον ἀβάδιστον ἔτριψε τρίβ(ον): |
Ἣν τριὰς ἁπλῆ καὶ δυὰς συνιστάνει· |
στάσις ἀκλινὴς σώματο(ς) κατακρίτου· |
στεναγμὸς ἀλάλητο(ς)· εἷς βραχὺς λόγος· |
νοὸς φυλακὴ· συνοχή τε καρδίας· |
ταύτην γὰρ οἶδα πν(εύματο)ς κραυγὴν μόν(ην)· |
οὐ τὴν διὰ στόματο(ς)· οὐ τῶν χειλέων: |
Οὕτω σὺ ποιῶν, εἰς ἀπάθειαν φθάσεις· |
βαίης γαρ ἐγκάρδιον ἐς νοὸς πόλον· |
ἀθύρματα παίγνια· τὰς τῶν δαιμόν(ων)· |
καλῶς νομίσεις μηχανοπλανουργί(ας)· |
καταπατήσεις λῖν· δράκοντα τὸν μ(έ)γ(αν)· |
ὄφιν κεραστὴν βασιλίσκον. ἀσπίδα· |
Θεῷ σχολάσεις (καὶ) παρεδρεύσεις μόνω· |
θ(εὸ)ν κατίδοις ἐν σχολῇ τῇ βελτέρᾳ· |
θ(ε)ῶ προσάψεις τοῦ θ(εο)ῦ τὴν εἰκόνα· |
τὸν νοῦν τὸ πν(εῦμ)α τοῦ παναχράντ(…) λόγου· |
οὐχὶ μερίσεις τῷ θ(ε)ῷ (καὶ) τῷ πλάνῳ, |
τῆ δὲ τριάδι, τριάδα συναγάγοις· |
Ἣ σήμερόν σοι· κατὰ τόνδε τὸν βίον, ǁ
ἵλαο(ς) ὀπτάνοιτο συμπαθεστάτη· |
πταίσμασι τριτάτοισι τριμεροῦς χρό(ν)ου· |
κατευοδοῦσα τὰ διαβούλιά σου· |
κατευθύνουσα τὰ διαβήματά σου· |
διεκτελοῦσα τὰ προσαιτήμ(α)τ(ά) σου· |
κἀκεῖ συνεντάττουσα χρηστοπατράσιν, |
εὐχαῖς π(ατ)ρ(ό)ς μου τοῦ πανηγιασμένου· |
Τοῦ λαμπροπυρσομορφογλωττοεργάτου· |
(καὶ) πυρσολαμπρομορφορηματοτρόπου· |
(καὶ) χρυσολιθομαργαροστεφοπλόκου· |
νοῒ. λόγῳ. πν(εύματ)ι, κατεστεμμένου· |
ἀμήν· ἀμήν· ἀμὴν γένοιτο (καὶ) πάλιν:-
Type(s) [3071] Ψήγματα χρυσᾶ τοῖς Λυδοῖς αἱρεῖ λόγος (226 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 14th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - Coisl. 264 [14th c.]
Place in Manuscript f. 3r-6v
Person(s)
Scribe
Nikandros (14th c.)
Contextual information The summary of each step of the Ladder in the epigram has been provided with a subtitle, written down in the margin. The scribe added marginal scholia as well. (cf. Meesters - Ricceri (2018: 296))
The epigram is preceded by another poem, inc.: 'Ἔχουσιν οἱ λειμῶνες ἄνθη ποικίλα'.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b10037657g/f8.item
Bibliography
Number of verses 226
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://dbbe.ugent.be/occurrences/21465
Last modified: 2020-06-05.