Occurrence 20408
(formerly occ/4074)

Στίχοι εἰς τ(ὴν) ἀρχὴν τῆς κλίμακος | ἐν σχήματι ἐγκωμίου· παραίνεσιν | παρεισάγοντες, (καὶ) κλίμακα παρι|στῶντες ἑτέραν· ἧς μία ἑκάστη ἀ|νάβασις, δι' ἓξ στίχων συνίσταται:· προοίμιον τῆς διὰ στίχων κλίμακος:·
 
Ψήγματα χρυσᾶ, τοῖς λυδοῖς αἱρεῖ λόγος, |
πακτωλὸν ἐκρεῖν· ὄντα τοῦ τμώλου κάτω· |
ὑφ’ ὧν κροῖσος ὤγκωτο πεπλανημένος |
βλακάς ἄνους ὢν, ψαφαροῖς ἠρεισμένος· |
ὡς τοῦδε ῥεῦσις, ὕστερον παρεφθάρη: |
Καὶ τὴν γενειάδα δὲ περσῶν ὁ κράτωρ, |
ἔχων χρυσείων ἐκ πετάλων χρυσίνην, |
ἔχειν ἑαυτὸν δόξαν ἦδε μακάρων: |
Μύρμηκες ἐπλούτιζον ἀπὸ βαθέων, |
ψάμμων, μελανῶν ἰνδικῶν βρο|τῶν γένος: |
Ἐπιρρέων ὁ νεῖλος ὥριος· τόποις
αἰγυ|πτιακοῖς, πλοῦτον ἐκ τῶν ὡρίων, |
πολὺν ἐποίει φαραωνίτας ἔχειν· |
Ἀγάλλεταί τις ὄρνισιν, ἄλλος φυτοῖς· |
λίθοις τιμίοις ἄλλος· ἄλλος μαργάροις· |
σοί δ’ οὐ φθιτόν τι καὶ διαρρέον χρόνω· |
περιφιλεῖται στέργεται πεπνυμένε· |
ἀλλ’ ἄφθιτον καὶ κρεῖττον ὧν ἄν τις φράσοι. |
ὁποῖον ἴσως ἀγνοῶν ἔροιτό τις·
λόγος· | τὸ μεῖζον ὧν παρέσχε σοι λόγος·
ὃν νοῦς | βρότειος· καὶ πολλὺς ἱδρώς πόνος·
(καὶ) | πίστις ἐκράτυνε καθαρωτάτη + |
Τὸ τῶν παθῶν ἴαμα τῶν ἑκατέρων· |
τὸ φῶς τὸ φαῖνον φῶς ὑπέρτατον | λίαν·
φωτίζον ἅπαν ἀμέσως φῶς | ἐμμέσως :· |
Δι’ οὗ τὸ δισσὸν ἔργον ἔγνως τοῦ φάους· |
κόσμον παρραρρέοντα καὶ παρηγμ(έν)ον |
κόσμον διαμένοντα καὶ πεπηγμένον, |
τὴν φύσιν αὐτῶν, ποία τὰ τούτων τέλη, |
ἢ μᾶλλον εἰπεῖν, τέκμαρ ἀρχὴν, τῶν | δύο:· |
Δι’ οὗ τὰ συμφέροντα ταῖς εὐπραξίαις· |
ἐν ὀρθότητι τῶν νοὸς κινημάτων,
ἔ|μαθες ἠγάπησας αὐτὰ προκρίνων:· |
αἴγυπτον ἐξέφυγες ἐσκοτισμένην,
ἡδυ|πάθειαν ἀνάπαυσιν σαρκίου·
καὶ | φαραῶ τύραννον αὐτῆς τὸν μέγαν,
τὸ | σαρκικὸν φρόνημα τὸν κενὸν βίον· |
ἐπιστάτας τε τοὺς βαρεῖς ἐργοδότας, |
λογισμορέκτας, παθοσυγκαταθέσεις :· |
Οὐ πρὶν μισήσας, ὕστερον μεταμέλη,
ὡς | λὼτ γύναιον, κἂν γὰρ ἐν μέσοις στρέφη, |
ἄκραν ἀπροσπάθειαν ἐμμέσοις ἔχεις· |
ἐγκάρδιον λείψανον οὐκ ἔστι λύπης, |
ἐπιστερήσει πραγμάτων μοχθηρίας· |
καὶ τὰ προσόντα παρέχεις χωρὶς βίας: |
Ἀλλοτριοῖς πως σαυτὸν ἐκ τῶν ἰδίων· |
ἀποξενοῖς πως σαυτὸν ἐξ ἀλλοτρίων· |
ὅπως ξενισθῆς, ἐν ξένοις ξένος γίνη· |
ἀποξενούντων τοὺς σφῶν ἐκ ξένων· ‖
ἄγνωστον ἀπόκρυφον εὖ βιοὺς βίον· |
δυσδιάκριτον λανθάνοντα μυρίους + |
άρπεις διώκεις τὴν ἀνυποταξίαν· |
καθυποτάσσων σάρκα τῶ πν(εύματ)ί σου· |
ἔχεις ἔλεγχον τὴν συνείδησ(ιν) μόνην· |
πρὸ τοῦ βαδίσαι τήνδε τὴν ὁρωμέν(ην) |
ὑπακοήν ἔφθασας εἰς νοουμένην· |
τρέχεις ἀδήλως· ἑσταὼς ἄνω τρέχεις :· |
Ἐπιγινώσκεις τῶν παθῶν τὰς αἰτίας· |
καταγινώσκεις ναυάτου φλυαρίας, |
καταισχύνεις ἐκεῖνον ἐν ταῖς αἰσχύναις, |
(καὶ) ταύτας αὐτὰς, αἰσχύνεις ἐν αἰσχύνη· |
διαδιδράσκων τὴν μένουσαν αἰσ|χύνην
ἧ πᾶσι πάντα φαίνεται κε|κρυμμένα : |
έγγεις ὑγραίνεις τὰς παρειάς σου | βρέχεις,
μνήμη θανάτου καὶ τελευταία | κρίσει·
(καὶ) τονθορύζεις ἠρέμα σαυτῶ | λέγων·
νῦν εὐτρεπίζου, πάντοτε πρὸς | τὴν κρίσιν·
καὶ γὰρ προπέμπων τὴν | ἀναπνοὴν ἔτι,
οὐκ οἶδας εἰ σπάσειας | ἄλλην συρμάδα : |
Στένεις βύθιον ἀνατυποῖς κραδίη, |
χάος καταχθόνιον ἄποσον βάθος· |
ἄσβεστον ἀφώτιστον, ἄπλετον φλόγα· |
(καὶ) καταδύσεις ὑπογείων σχισμάτ(ων)· |
οἰκτράς· σκοτεινάς· χαλεπάς· τεθλι|μμένας·
πασῶν βασάνων εἰκόνας | αἰωνίων: |
Ὀξυχολίας καὶ θυμοῦ· δι’ ὧν φλόγα,
κα|ταπραΰνεις καὶ μαραίνεις σβεννύεις· |
ἐν οἷς ἀκούεις, οὐ θυμαλγεῖς ὡς νάβαλ· |
ἐν οἷς σὺ λαλεῖς ὡς ἀβιγαία λέγεις· |
οὐδέν τι δυσάντητον ἐστυγημένον,
λα|λεῖς καχλάζων, εἰσορᾶς ἀναζέον + |
Ἀλλ’ οὐδὲ κρύπτεις ὡς κάμηλος κακίαν· |
ἐν κοδίω τὸν λύκον· ἐν κόλποις ὄφιν· |
ξύλω σαθρῶ σκῶληκα· τὴν μῆνιν, πράω· |
κεύθων μὲν ἄλλα καρδίας ἐν τῶ βάθει· |
ἄλλα δὲ βύζων λευκέροισι χειλέοις· |
ἐν ἡδύτητι πικρίας ἁμαρτάνων + |
Λαλεῖς δὲ λοιπὸν, ὡς ἔχεις ἐν κρυφίω· |
κἂν μικρὸν ἐκστῆς, συντόμως ἐπα|νάγη·
οὐκ ἐκδαπανῶν ἐν νόθοις ἡσυχί(οις), |
τὴν ἀγκαλίδα τὴν μερίδα κ(υρίο)υ·
εἴτ’ | αὖ μιαίνων ἀγάπης ὑποκρίσει·
καὶ τῆ | μελήσει τοῦ καταλαλουμένου: |
Εὐτράπελόν τι λαμυρὸν πλέκων ἔπος. |
λαρόν προσηνές, ἡδὺ καὶ μεμιγμένον. |
αὐτὸ πλατύνων κρασπέδοις τοῖς ἐκ λίνου· |
εἰ μὴ γὰρ ἔξω νοῦς γένηται τῆς ἕδρας, |
παρεκτροπὰς ἐάσας ἰδίας βλέπειν, |
ἄλλως ἐς ἄλλων οὐκ ἀποκλίνει: |
Τὸ ψεῦδος ἐξ ὧν λαμβάνει παρρησίαν· |
ὃ τὴν ἀγάπην ἀποκόπτει ῥιζόθεν· |
ἐγκρίς· γλύκασμα· δόρπος· ἀπάτη· | βέλος.
ὁ γοῦν ἀγάπην καὶ κατά|νυξιν ἔχων,
ψεῦδος τὸ κακὸν ὑπαλύξειν ‖ ἰσχύει·
ἐν οἷς ὅτε χρὴ πρὸς ῥαὰβ ἀπο|βλέπων: |
Ἐντεῦθεν εἰπὲ χρήσομαι πῶς τῶ λόγω·
εἰς | ἐξέτασιν τῆς ἀκηδίας φθάσας·
πενθεῖς | σὺ σαυτόν ὡς ἔφην ἀνωτέρω·
πενθι|κὸν ἦτορ, οἶδε τὴν ἀκηδίαν·
μνήμη | παλαῖον κρίσεως τῆς ἐσχάτης· |
ἥκιστα | συμφήσειε πᾶς μνημόρος: |
Χαῦνον πλαδαρόν, ὑγρὸν ἐκλελυμένον· |
βίον διώκεις ἀπελαύνεις μακρόθεν· |
καὶ τὸν σκοτεινὸν ἐκτελοῦντα τὸν | νόα·
δειλόν τε δυσκίνητον ἐξ ἀσιτίας· |
στυγνὸν κατηφῆ δεινὸν ἄφιλον λόγοις· |
ἅπερ γινώσκων, τὴν μέσην στείβεις | στίβον |
Ψηλοῖ δὲ ταύτην τὴν μεσόρροπον τρίβον, |
ἡ σωφροσύνη σαρκίου καθαρότης· |
ῥύψις τελεία σαρκικῶν μιασμάτων· |
ἀφθαρτοσωμάτωσις ἁγνεί(ας) κράτος· |
ἧ θλαδίαν δέδεισχε σιδήρου δίχα· |
τὸ λευϊτικὸν ἀξίωμα κ(υρίο)υ: |
Ἆρ’ οὖν νικήσας τὴν φύσιν ὑπὲρ φύσιν, |
τὸν φυσικὸν κίνδυνον ὑπαλυσκάσας· |
φιλαργυρίας ἀγχόνη κατεπνίγη, |
οὐκ ἔστιν εἰπεῖν· μάρτυρές μοι μυρίοι· |
καὶ πρῶτος αὐτὸς τῆς ἀφιλαργυρίας· |
κῆρυξ μέγιστος, δωρεῶν ὑπέρ πόσων: |
Οὐκ ἠγνόησα σὸν μακάριον πάθος, |
φυλοκρινῶ σου φιλοτιμοδωρίας· |
διδοὺς, γέγηθας· μὴ διδοὺς ἀλγεῖς | σφόδρα·
πολλῶν ἐρᾶς οὐχ’ ἵν’ ἀποκλεί|σης ἔσω,
ἀλλ’ ἵνα πολλοῖς, πολλὰ πολλὰ | σκορπίσης·
(καὶ) τοῦτο πολλῶν διο|λισθαίνει φραίνας· |
Ὥσπερ τὸ χαίρειν ἐν καλαῖς μελωδίαις, |
ψάλλειν ἀνυμνεῖν εὐλογεῖν τὸν δεσπότην, |
ἐν ἑσπεριναῖς ἡμεριναῖς ἐννύχοις, |
εὐχαῖς λιταῖς τε παραστάσεσι ξέναις, |
ὡς κορδακισμὸν οὐκ ἔχειν ἐν σοὶ τόπον, |
ἀλλὰ μελισμὸν ἐν μελισμῶ κ(υρίο)υ: |
Ἥγνισε νοῦν ἄγρυπνον ὄμμα καὶ φρένας· |
καὶ σάρκα δυσκάθεκτον εἶξε τῶ λόγω· |
λειτουργὸν εἰργάσατο καθηγνισμ(έν)ον· |
θ(εο)ῦ τραπέζης δεξιὸν παραστάτην· |
ἄλλοις μεταδιδόντα τῶν μυστηρίων· |
πολλοῖς σὲ μυστήριον εὖ δεδειγμένον: |
Διὰ τελεί(ας) πίστεως· ὀρθοῦ λόγου·
δι’ εὐσε|βείας ὑγιοῦς ἡδρασμένης·
δι’ ἧς | δεδίττεις κοσμοκράτορας σκότους· |
ἐχθροὺς ἀπίστους, δυσμενεῖ, ἀντιθέ(ους)· |
τὸ νηπιῶδες ἦθος ἐν γηραλέω·
ψυχῆς | ἀναστήματι μὴ δεδεγμένος: |
περ κυίσκει τοὺς ἐχιδνώδεις τόκους· |
τὴν τῶν κακῶν θάλασσαν, ἢ τὴν | πλημμύραν·
τὴν τοῦ σατᾶν δίαιταν | ἢ τὴν ἑστίαν·
τὸ ναυάγιον· τ(ὸν) κλύδωνα | τὸν στρόφον·
τὴν ἀπατουργὸν τῶν κα|λῶν ἀναιρέτιν·
τὴν, ὦ καλεῖται ‖ δεικνύουσαν τὴν φύσιν: |
Ἐξ ἧς θ(εο)ῦ ἄρνησις, ἀν(θρώπ)ων φθόνος·
ἐξου|δένωσις κρειττόνων οὐ κρειττόνων·
ἐκ|στάσεώς τε πρόδρομος καὶ μαγίας·
πη|γῆ θυμοῦ, (καὶ) ῥίζα τῆς βλασφημίας· |
πικρὸς δικαστὴς, ὑποκρίσεως θύρα· |
στήριγμα· πῦργος· λαβύρινθος δαιμόν(ων)· |
ίζης κακῆς ἤκουσας ὄρπηκας ἴσους· |
καρποὺς ἀχρήστους καὶ σαπροὺς καὶ | παγκάκους·
τῆς ὑπερηφανίας· ἡ βλα|σφημία·
κρύψις ἁμαρτήματος, ἀ|πρεπεῖς λόγοι·
οὐδὲν γὰρ οὕτω κρα|τύνει τοὺς δαίμονας·
καὶ τοὺς | λογισμοὺς, ὡς τὸ λαθραίως ἔχειν: |
Ἐντεῦθεν ὄντως τὴν πονηρίαν ἔγνων, |
ἰσχύν δύναμιν λαμβάνουσαν καὶ | κράτος·
ἀσχημοσύνην δαιμονιώδη· | δόλον·
πένθους μακρυσμὸν πρό|ξενον συμπτωμάτων·
ἰδιογνω|μόρυθρον· ἄφρονα τρόπον·
ἥτις | ἄφαντος γίνεται ποίω τρόπω: |
Πράω ταπεινῶ μετρίω τῆ καρδία· |
(καὶ) μισοθύμω καὶ μισοργιλοφθόνω· |
εὐσυμπαθήτω, καὶ κατανενυγμένω· |
φαιδρῶ γαληνω, καὶ καθιλαρευ|μένω·
εὐηνίω χαίροντι μὴ ζοφου|μένω·
περιμερίμνω, σφαλμάτων | τῶν ἰδίων: |
Οὗτος λόγος σοι πν(ευμάτ)ων ὅρος νόμος· |
ἐν εὐσεβεία σωμάτων πληρουμένων· |
τὰ καθ’ ἑαυτοὺς ἀνακρίνειν καὶ μόν(ους)· |
ποιεῖν τὸ χρηστὸν, εὐδιακρίτω κρίσει· |
εὑρεῖν τὸ κακὸν, καὶ μισεῖν ἐκ καρδί(ας)· |
ἀποστρέφεσθαι τὴν ἀνυποταξίαν: |
Ἐπιστρέφεσθαι τῆς λόγων ἡσυχίας·
κλείειν | θύραν φθέγματος, ἢ γλώττης ὅλης· |
ἔνδον πύλην πνεύματος ἢ ψυχῆς ὅλης· |
αὕτη γὰρ ἡσυχία, ταῦτα κυρίως· |
δι’ ἧς ὁ παῦλος εἰς πόλεις διατρίβων· |
ἄτριπτον ἀβάδιστον, ἔτριψε τρίβον: |
Ἣν τριὰς ἁπλὴ· καὶ δυὰς συνιστάνει·
στά|σις ἀκλινὴς σώματος κατακρίτου |
στεναγμὸς ἀλάλητος εἷς βραχὺς λόγος· |
νοὸς φυλακὴ συνοχῆ τε καρδίας· |
Ταύτην γὰρ οἶδα πν(εύματο)ς κραυγὴν μόνην, |
οὐ τὴν διὰ στόματος, οὐ τῶν χειλέων: |
Οὕτω σὺ ποιῶν, εἰς ἀπάθειαν φθάσης· |
βαίης γὰρ ἐγκάρδιον ἐς νοὸς πόλον· |
ἀθύρματα παίγνια, τὰς τῶν δαιμόνων· |
καλῶς νομίσης μηχανοπλανουργί(ας)· |
καταπατήσεις λῖν, δράκοντα τὸν | μέγαν·
ὄφιν κεράστην βασιλίσκον | ἀσπίδα: |
Θ(ε)ῶ σχολάσεις καὶ παρεδρεύσεις μόνω· |
θ(εὸ)ν κατίδοις ἐν σχολῆ τῆ βελτέρα· |
θ(ε)ῶ προσάψεις, τοῦ θ(εο)ῦ τὴν εἰκόνα· |
τὸν νοῦν τὸ πν(εῦμ)α τοῦ παναχράντου | λόγου·
οὐχὶ μερίσεις τῶ θ(ε)ῶ καὶ τῶ ‖ πλάνω·
τῆ δὲ τριάδι, τριάδα συνα|γάγοις: |
σήμερόν σοι κ(α)τ(ὰ) τόνδε τὸν βίον,
ἵλαος | ὀπτάνοιτο συμπαθεστάτη·
πταίσμασι | τριτάτοισι τριμεροῦς χρόνου·
κα|τευοδοῦσα τὰ διαβούλιά σου·
κα|τευθύνουσα τὰ διαβήματά σου· |
διεκτελοῦσα, τὰ προσαιτήματά σου· |
κἀκεῖ συνενττάτουσα χριστοπατράσιν· |
εὐχαῖς π(ατ)ρ(ό)ς μου τοῦ πανηγιασμένου· |
τοῦ λαμπροπυρσομορφογλωτοεργάτου· |
καὶ πυρσολαμπρομορφορημάτων | τρόπου·
καὶ χρυσολιθομαργαροστεφο|πλόκου·
νοῒ λόγω πν(εύματ)ι, κατεστεμμένου· |
ἀμὴν ἀμὴν γένοιτο καὶ πάλιν:·
Type(s) [3071] Ψήγματα χρυσᾶ τοῖς Λυδοῖς αἱρεῖ λόγος (226 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 14th c.
Manuscript ATHOS - Mone Iberon 418 [1351-1400]
Place in Manuscript f. 2r-4r
Palaeographical information The title and some verse initials are written in red ink. Certain initials are missing, e.g. v.52 άρπεις ] ad Μάρπτεις scrib., Μ om. ms.
Written in two columns, to be read vertically.
Contextual information The epigram is preceded by another poem, inc.: 'Εχουσιν οἱ λειμῶνες ἄνθη ποικίλα'.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Bibliography
Number of verses 226
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)
Permalink https://dbbe.ugent.be/occurrences/20408
Last modified: 2020-08-10.