Occurrence 20397
(formerly occ/4073)

στίχοι εἰς τὸ παρὸν βιβλίον τῆς κλίμακος· | κῆπον νοητὸν δεικνύοντ(ες) αὐτό:-
 
Εχουσιν οἱ λειμῶνες ἄνθη ποικίλα· |
καὶ παντοδαπὰ πολλὰ καὶ διάφορα· |
τούτων, τὰ μὲν, τέρπουσι τὴν θεωρίαν |
εὐωδιάζειν· τὰ δὲ, τὴν ῥίνα μόνην· |
ἄλλα δὲ τὸν φάρυγγα (καὶ) τὴν κοιλίαν· |
τρέφουσι γλυκαίνουσιν οὐκ ἀθεσφάτως· |
Οὗτος δ’ ὁ κῆπος ἐξ ἰωάννη φέρων
καρπ(οὺς) | πεπείρους· δαψιλεῖς τὰς ἰκμάδας, |
αὐχεῖ χορηγεῖν, (καὶ) πρέμνων εὐμορφί(ας)· |
φύλλων ἐν αὐτοῖς εὐχλοούντων ἐνδρόσ(ων), |
ἐξ ὧν τὸ θᾶλλον, ὡραΐζει τὴν χάριν· |
ποῶν τε πλήρης ἔστι τῶν μυριπνόων· |
καὶ ῥοῦς δι’ ἕρπων ὑδάτων ἐξ ὀμβρί(ων)· |
τῆς ὑγρότητος ἐμφορεῖ γλυκασμ(ά)τ(ων)· |
σκοπητέον δέ, τίνα ταῦτα τυγχάνει· |
τῆ παραδείσου βιβλίου τούτου λέγω· |
ἡ πᾶσα γραφὴ, τὴν ὕλην γραφῆς νόει· |
ἧς γλυκυδερκὲς, εἶδος ὡραϊσμένον· |
δένδρα καλά μέγιστα διδασκαλείαι· |
δένδρων ῥάδαμνοι καὶ κλάδοι τούτ(ων) | λόγων·
ὡς ἡ μία γὰρ ἀρετὴ πολλὰς | φύει :
οὕτως ὁ μιᾶς εἷς λόγος, πολ|λοὺς λόγους·
μικρούς μερικούς, ἰσχνο|λεπτοβραχέας·
ὧν φύλλα, πίστις, | σκῶλον οὐκ ἔχουσά τι·
ὑπαντιάζον | φθέγμα θείοις π(ατ)ράσι·
γάγγραιναν | εἶπε τοῦτο τίς μυστηπόλος·
βάθρον | κακίας, (καὶ) θέμεθλον ἀπάσης. |
(καὶ) καρπός ἐστι τῶν λόγων τὰ πρακτέα. |
ἐν ὧ πετεινῶν ἵπταται πολὺ γένος : |
κἀκεῖθεν ἔνθεν ἐμπολεῦον εἰς ἔλος· |
(καὶ) πρὸς μονὰς καθεῦδων ἠωρημένας· |
ἐν ὧ μοναστῶν ὀρνέων ὑποπτέρων· |
κοῦφων ἐλαφρῶν, ἀμερίμνων ἀβίων· |
ἐνιζάνει γέγηθε τέρπεται γένος·
ἐμ|φιλοχωροῦν τῶν νοημάτων δάσει· |
καὶ καταλαβεῖν ἀκριβῶς οὐκ ἰσχύον· |
στάσις γὰρ ἄλλη (καὶ) λόγων (καὶ) πραγμάτων· |
ἄνθη προσέρπη θαυμάσια κοιλάσιν· |
ἥδιστον ἐκπνέοντα τὴν εὐοσμίαν, |
οἱ τῆς προσευχῆς εἰσιν ὡς οἶμαι λόγοι· |
ὡς θυμίαμα τῶ δαυὶδ εἰρημένοι,
τὰ γὰρ | θ(εο)ῦ, τέρπουσι νοῦν ἄνθη πέρι·
ὡς ἀσιτίας, | τοῦς παρισθμίων τόπους·
ὡς γλῶτταν | (καὶ) λάλημα τῆς ψαλμωδίας·
τούτω μ(ὲν) | εὐθὺς ἥλιος προσηρμένος,
ἀκτῖσι | φαιδραῖς λαμπρομορφοπανστόλοις· |
ἑῶον ὄψιν ἐμφανίζει τηλόθεν·
καὶ πυρ|σοειδεῖς ἐκτελῶν ἀνακλάσεις·
καὶ τῶδε | βάλλων δραστικὰς λαμπηδόνας·
οὐ | θερμοποιεῖ τῆ μεταρσίω τάσει· |
αὔων τὰ δένδρα ταῖς βολαῖς ταῖς πυρ|φόροις·
ἀλλὰ πεπαίνει (καὶ) φυλάττει ‖ καὶ τρέφει·
τῶν καρπῶν αὐτῶν συμπνέ|οντος προσφόρως,
τοῦ παναγίου | πν(εύματο)ς καθὼς θέλει·
τῶ ταυτοτίμω παν|σθενεστάτω λόγω·
κρῖναι διασχίζουσι | τὸν κῆπον μέσον·
ἡδεῖς πρὸς αὖραν, | δαψιλεῖς ἐκ ναμάτων·
αἱ τῶν δα|κρύων ῥαθάμιγγες ῥανίδες·
ὡς ἂν | τὰ δένδρα ταῖς ῥοαῖς ἐπαυξάνει· |
ὅτι τὸ πένθος αὐτὸ διδάσκει μόνον, |
τὴν γνῶσιν αὖξον τοῦ καλοῦ καινοτρόπ(ως)· |
ὅπερ δίδωσι γνώσεως ἐκλαμβάνον, |
λαβὸν παρέσχε, (καὶ) παρασχὸν λαμ|βάνει·
καὶ κύκλον αὐτὸ διὰ τοῦ λόγ(ου) | γράφει·
ἔνθεν τελεσφοροῦσι τὴν παγ|καρπίαν·
εὐωδιάζει καὶ σκέπει φυτο|σκάφους·
καὶ ψυχαγωγὰ γίνεται καθ’ η|μέραν·
τοιοῦτος ἡμῖν κῆπος ὡραϊσ|μένος·
ἔστι τέθηλε· βλαστάνει, θάλλει | βρύει·
χάριν μεγίστην τρισσοφεγ|γεῖ πλουσίαν·
καὶ τρισμέγιστον· καὶ | κατηγλαϊσμένην·
ἡ βίβλος αὕτη, τοῦ|τό σου τὸ πυξίον·
ὦ σοστικὴ θάλαττα τῆς | ἐμῆς σκάφης·
ὦ κοσμικὴν θάλασσαν | ἐκφυγὼν πάλαι·
ὦ τοῦ γένους σου | κόσμε, κόσμιε τρόποις·
ὦ τῶν πενήτ(ων) | εὐπρόθυμε προστάτα·
ὦ ψυχαγωγὲ, (καὶ) | ξένων εὐεργέτα·
ὦ μετριάζων χρηστότ(η)τ(ι) | μετρίοις·
ἐξ ἧς τρυφῶν φίλτατε τὴν | εὐζωΐαν·
τῶ δημιουργῶ νουνεχῶς | εὐγνωμόνει·
καὶ πίστιν ἔνθεν εὐφο|ροῦσαν ἐκτρέφων·
δρέψη νοητὸν ἄνθος | εὐετηρίας·
γνώρισμα χρηστότητος | εὐκλεὲς φέρων·
τί δ’ ἔστι τοῦτο, σὺ | νοήσεις ἂν θέλης·
ὀξὺν γὰρ ἔσχες | ἐκ θ(εο)ῦ προμηθέα·
ὦ γενναΐζων πο|λλάκις ἐν τοῖς λόγοις·
ἡδὺν ἐν ἁβρό|τητι, τῶν προβλημάτων·
ὀξὺν ἐν | ἀκρότητι τῶν βουλευμάτων·
τα|χὺν ἐν ἁδρότητι τῶν νοημάτων, |
αὕτη παρ’ ἡμῶν σοὶ φιλοῦντι τοὺς | λόγους·
ἀφοσίωται δεξίωσις ἐκ | λόγων·
αὕτη πρόμαρτυς καὶ φερέγ|γυος πόθου·
ἀνθ’ ὧν ἐν ἡμῖν ἐγγυήσω | τὸν πόθον·
καὶ δεξειὰν προύτεινας | ἐκτενεστάτην·
οὐχὶ δίς· οὐ τρίς· ἀλ|λὰ καὶ μυριάκις·
εἰς οἶκτον ἐξά|κουστον· αὕτη ζωγράφος
τῆς σῆς ἀγάπης | ἥνπερ ὡς πρόγραμμά τι,
ἡμῖν τεθεικ(ὼς) | ἐντυποῖς τῆ καρδία·
μνήμην ἀναλλοί|ωτον αὐτῆς εἰκότως·
ταύτην ὁ μέλλων | λήψεται σύμπας χρόνος·
ἀεὶ βοῶ|σαν τὴν φιλάν(θρωπ)ον χάριν,
τῶν σῶν | πρὸς ἡμᾶς, εὐμενῶν ἐνδειγμάτων: |
Type(s) [3069] Ἔχουσιν οἱ λειμῶνες ἄνθη ποικίλα (102 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 14th c.
Manuscript ATHOS - Mone Iberon 418 [1351-1400]
Place in Manuscript f. 1r-1v
Palaeographical information The title and intial are written in red ink.
Written in two columns, to be read vertically.
Contextual information The epigram is written at the beginning of the manuscript and is followed by another poem, inc. 'Ψήγματα χρυσᾶ, τοῖς λυδοῖς αἱρεῖ λόγος'.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Bibliography
Number of verses 102
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)
Permalink https://dbbe.ugent.be/occurrences/20397
Last modified: 2020-08-10.