Occurrence 18378
(formerly occ/1712)

+ πᾶσι μὲν τοῖς βλέπουσι πρὸ(ς) φθαρτὰ φύλλα·
χρυσὸς λίθοι μάργαρος ἀργύρου φύ(σις)·
τῷ δεσπότη δὲ τοῦ παρόντος βιβλίου·
τῷ τε μουγδουφῇ κυρ(ῷ) τῷ γεωργίῳ.
οὐ χρυσὸς οὐκ ἄργυρο(ς) οὐκ ἄλλο τούτων·
εἰ μὴ μελωδῶν εὐλογεῖν τὸν δεσπότη(ν)·
κατὰ τὸν δα(υί)δ ἑπτάκις τῆς ἡμέρας·
οἴω πόθω τέτυχε τὴν βίβλον ταύτ(ην)
ἐκ καρδίας ὅλης τε αὐτοῦ ἰσχύος·
ἐξόδου πολλοῦ καὶ τύρβου καὶ μερίμνων·
ἀνθ᾽ ὧν βροτουργὲ παντάναξ κοσμ᾽ ἐργάτα
εὐθυμίαν πάρεσχε καὶ σ(ωτη)ρίαν·
τοὺς υἱοὺς εὐλόγησον σ(ωτ)ὴρ τοὺς τούτου·
καὶ τὰ διαβήματα εὔθυνον αὖθις
τῶν παίδων τούτου καὶ τῆς μ(ητ)ρ(ὸ)ς ὡσαύτ(ω)ς·
ὅπ(ως) παραμένουσι τῷδε τῷ βίῳ·
ἐκ πάσης νόσου καὶ λύπης ἄτερ·
καὶ πληροῖν προστάγματα τῶν ἐντολ(ῶν) σου,
τύχωσιν αὖθις τὴν ἐδὲμ κατοικίαν.
Type(s) [2728] πᾶσι μὲν τοῖς βλέπουσι πρὸς φθαρτὰ φύλλα (19 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1297
Manuscript CAMBRIDGE - University Library - Dd. IX. 69 [1297]
Place in Manuscript f. 293r-293v
Person(s)
Scribe
Michael Mantylides (13th c.) - RGK: I.283 - VGH: 316.A
Contextual information The epigram is written at the end of the first part of the ms. and is the first in a series of three epigrams.
Metre(s) Dodecasyllable
Genre(s) Scribe-related epigram
Subject(s) Georgios Mougdoufes (13th c.) - PLP: VIII.19415
Bibliography
Number of verses 19
Related occurrence(s)
Acknowledgements
Permalink https://dbbe.ugent.be/occurrences/18378
Last modified: 2019-10-03.