Type 2728
(formerly typ/837)
πᾶσι μὲν τοῖς βλέπουσι πρὸς φθαρτὰ φύλλα | |
χρυσὸς λίθοι μάργαρος ἀργύρου φύσις | |
τῷ δεσπότη δὲ τοῦ παρόντος βιβλίου | |
τῷ τε Μουγδουφῇ κυρῷ τῷ Γεωργίῳ | |
οὐ χρυσὸς οὐκ ἄργυρος οὐκ ἄλλο τούτων | |
εἰ μὴ μελωδῶν εὐλογεῖν τὸν δεσπότην | |
κατὰ τὸν Δαυὶδ ἑπτάκις τῆς ἡμέρας | |
οἴω πόθω τέτυχε τὴν βίβλον ταύτην | |
ἐκ καρδίας ὅλης τε αὐτοῦ ἰσχύος· | |
ἐξόδου πολλοῦ καὶ τύρβου καὶ μεμίμνων | |
ἀνθ᾽ ὧν βροτουργὲ παντάναξ κοσμ᾽ ἐργάτα | |
εὐθυμίαν πάρεσχε καὶ σωτηρίαν | |
τοὺς υἱοὺς εὐλόγησον σωτὴρ τοὺς τούτου | |
καὶ τὰ διαβήματα εὔθυνον αὖθις | |
τῶν παίδων τούτου καὶ τῆς μητρὸς ὡσαύτως | |
ὅπως παραμένουσι τῷδε τῷ βίῳ | |
ἐκ πάσης νόσου καὶ λύπης ἄτερ | |
καὶ πληροῖν προστάγματα τῶν ἐντολῶν σου | |
τύχωσιν αὖθις τὴν Ἐδὲμ κατοικίαν |
Editorial status | Not a critical text |
Genre(s) | Scribe-related epigram |
Metre(s) | Dodecasyllable |
Tag(s) | |
Bibliography |
Bibliography category to be determined
|
Number of verses | 19 |
Occurrence(s) |
[18378] πᾶσι μὲν τοῖς βλέπουσι πρὸ(ς) φθαρτὰ φύλλα
[1297]
CAMBRIDGE - University Library - Dd. IX. 69 [1297] (f. 293r-293v) (19 verses) |
Identification | Vassis ICB 2005, 602: "Librarii subscr." |
Permalink | https://dbbe.ugent.be/types/2728 |
Last modified: 2016-06-03.