Occurrence 22428
(formerly occ/6311)

στίχοι ἡρωϊκοὶ τοῦ ἁγιωτάτου π(ατ)ριάρχου θεουπόλεως | μεγάλης ἀντιοχείας, καὶ πάσης ἀνατολῆς κ(υρίο)υ |θεοδώρου τοῦ βαλσαμὼν χάριν τῆς παρ’ αὐτοῦ γενομένης | ἐξηγήσεως τοῦ νομοκανόνου τῆς καὶ δηλουμένης ἐν παρούση βίβλω:-
 
Ἀστέρες ὡς πολύφωτοι ἀφεγγοῦς ὄμματα νυκτὸ(ς),
κανόνες ἐκγεγάασιν ἐρικυδέων κηρύκων·
θεσπεσίων π(ατέ)ρων τε πρικλυτέα θεσπίσματα,
ἀλλ’ οὕτω τελέθοντες ἀπλανεῖς οὐρανοβάλ(αι),
παύροις ἐν πεδίοισιν ἰλαδὸν ἔτελλον φῶτα.
τοι γὰρ ἀντολίηθεν ἐωσφόροι ἀμφανέντες,
κεῖσε πανημέριοι λάμπον καὶ κατὰ νύκτα,
ἄλλοι δ’ ἑσπερίοισιν ἐνὶ μερόπεσσι φύντες,
τάων κατεσάωσαν ἁμαρτίαν ἐρεβεννήν.
μῆνις γὰρ κρυόεσσα διοτρεφέων βασιλήων,
καὶ τοὺς γ’ εὐδρομέοντας ἐπὶ τόπον ἴσχανε τυτθ(ὸν).
ὠκεανὸς δ’ οὓς γείνατο παγχθονίης συνοδικῆς,
τούτους ἐν μεμβράναις, ὥς γ’ ἐν σήματι θνητοῦ,
κατὰ μωσῆν ἰσόθεον φαραωκτόνον ἐσθλόν,
μ(ήτ)ηρ κατέθετο κυδρὴ. ὀψιγόνοις μέγ’ ὄνειαρ.
ἀτὰρ οὐδὲ μαχεύμενοι ἔσχον ἑτάρων ἰσχύν·
ἴσχανε γὰρ σύμπνοιαν, ἀφιλτέρα διάστασις.
ἄναξ εὐρυμέδων δὲ κραταιὸς πάνσοφος λέ(ων)·
καὶ φώτιός τ’ ἀγακλυτὸς πατριάρχης·
τὴν δ’ οὐρανίαν τετραγωνίσαντες σφαῖρ(αν),
τέτταρα κατὰ κλίματα ἠδὲ μέτρα πάσ(ης) γ(ῆς)
κανόσιν ὡς ἄστρασιν ἀπλανέσιν· ἠδὲ πλανήτ(αις),
πρὸς δὲ νόμοις ἠπείροιο λευκαίνουσι κελεύθ(ους),
ῥεῖα κατηστέρισαν· σοφίη τε φραδμοσύνη τε.
ἑπτάπολον σφαῖραν γάρ ἠύθ’ ὁρίζοντ’ ἀγλαὸν
ἑπτάδα τ’ ἀθέσφατον· ἀειστροφέων πλανήτ(ων)·
ἑπτὰ παγχθονίων συνόδων κανόνας ὁλολαμπ(εῖς)·
ἐνθάδε προΐαψαν ἀειφανῶς ἀνατέλλειν·
ὡς δύο καὶ δέκα δὲ ψυχοτροφέας αὖ ἀστέρ(ας),
ζώδια τοὺς καλέουσιν ἀμύμονες οὐρανοφάνται
δώδεκα κηρύκων ζαθέων· κανόνας ἰδ’ ἐφετμάς,
λάμπειν ἐν μερόπεσσι πλανήταις τετάχατ(ον).
ἴδης, ἢν ἐθέλης. καὶ πληϊάδων ἑπτάδα·
αὐγὰς ὣς προχέουσαν ἀειλαμπεῖς ἐνὶ κόσμω·
θεῖα θεοπρόπια ἑπτὰ συνόδων ἁγίων·
ἃς τοπικὰς φάσκουσιν ἀληθεῖς ἱεροφάνται
ἄθρει καὶ πόλον αὖτε νότιον νειλοτροφῆα
κύδιμον ἀθανάσιον ἐρίηρόν τε κύριλλον
ἀστέρας ἀλεξανδρείης· ὄμματα λιβύης,
καὶ πόλον ἠδὲ βόρειον καππαδοκήων πατέρα·
βασίλειον πάμμεγαν ἄτρυτον ἀσεβοφόντ(ην)·
ναὶ μὴν καὶ θρασυκάρδιον ὠρίωνα κρατερ(όν),
ίωάννην χρυσόστομον ἀντιοχήων κρηπῖδα·
ἄρτεμην. σφάττοντα βαλιὴν εὐδοξίαν·
οὔνεκα χήρας, οἰνοτόκον λωβήσατο γαῖ(αν)·
ἔστι καὶ λύρα τετράχορδος ταῖσδ’ ἐνὶ μολπ(αῖς)·
θείου πν(εύματο)ς αὔρη πληττομένη πλησμίως·
ἥτις ἐσσομένοισι μετ’ ἀνθρώποισιν ἔσται,
ἀοιδὰς ἰάχουσα ἀληθοῦς σωτηρίης·
ἔστων δ’ οὗτοι, κυδάλιμοι γρηγόριοι δύο,
νυσσαέων ὁ πρόεδρος· καὶ ὃς ἀνὰ πᾶσαν γῆν,
λάμψε θεηγορίη· διδάγμασι τε θεοῖο·
ἄραρε τῆσδε λύρας τετραχόρδοιο φθόγγω,
καὶ πέτρος ἀλεξάνδροιο ὃς λάχε πτολίεθρ(ον)·
πρὸς δ’ αὖ διονύσιος· ἀχαιῶν ὄρχαμος ἱερός·
τοίην οὐρανίην κατηστέρισαν πυκτίδα·
ἄναξ ἠδὲ π(ατ)ριάρχης· ῥώμης συνοχῆες·
ὅσοι γοῦν ὁράατε ἀπλανῶς διὰ ταύτης,
κανονικὰ θεσπίσματα πιστῶν δεύτερα φῶτα.
καὶ νόμιμ’ ἐκσφαιρισθέντα τῆς συστοιχί(ας),
λιτάζεσθε θεοῖο τρισυπόστατον φύσιν·
ἣ πόλον ἐστερέωσεν· ἴδ’ ἄστρων ἄπλετα φύλα·
εὐσεβέσι μὲν κείνοις ἀρχιερεῖ βασιλεῖ τε,
οἳ ταῖς δ’ ἐν μεμβράναισι πόλον ἐξετάνυσαν,
ἠὺ δέριν κατὰ δα(υὶ)δ ἀσματογραφῆα,
ἀϊδίην πορσύναι οὐρανῶν βασιλείην.
τῶ δ’ αὖ ἀντιοχείης ταπεινῶ π(ατ)ριάρχη,
βαλσαμὼν θεοδώρω· ὃς τῶνδ’ οὐρανί(ων),
σωμάτων τολύπευσεν ἀπειρεσίους δυνάμ(εις),
πλανήτων τε νόμων ὑποχθονίην κατάδυσ(ιν),
πρὶν λάχε θρόνον ἀντιοχείης πάρος κυδρ(ῆς),
σ(ωτη)ρίην ψυχῆς· ταύτης γὰρ πέρι θρηνεῖ:+
Type(s) [5457] Ἀστέρες ὡς πολύφωτοι, ἀφεγγοῦς ὄμματα νυκτός, (72 verses)
Text source DBBE
Text status Text completely known
Date 14th c.
Manuscript FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 5, Cod. 2 [14th c.]
Place in Manuscript f. 5r
Palaeographical information The title and the initial letter are in red ink. The text is written in two columns, to be read vertically.
Metre(s) Dactylic hexameter
Genre(s) Author-related epigram
Subject(s)
Image source(s) http://teca.bmlonline.it/ImageViewer/servlet/ImageViewer?idr=TECA0000607128&keyworks=plut.05.02#page/19/mode/1up
Bibliography
Number of verses 72
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)
Permalink https://dbbe.ugent.be/occurrences/22428
Last modified: 2020-12-17.