Occurrence 23122
(formerly occ/7013)

στίχ(οι) ἡρωϊκοὶ τοῦ ἁγιωτ(ά)τ(ου) π(ατ)ριάρχου θεουπόλε(ως) μεγάλης ἀντιοχεί(ας) (καὶ) πάσης ἀνα|τολῆς θεοδώρου τοῦ βαλσαμῶν:
 
Ἀστέρες ὡς πολύφωτοι· ἀφεγγοῦς ὄμματα νυκτὸς,
κανόνες ἐκγεγάασιν ἐρικυδέων κηρύκων·
θεσπεσίων π(ατέ)ρων τε πρικλυτέα θεσπίσματα·
ἀλλ’ οὕτω τελέθοντες ἀπλανεῖς οὐ(ρα)νοβάται,
παύροις ἐν πεδίοισιν ἰλαδὸν ἔτελλον φῶτα·
τοίγαρ ἀντολίηθεν ἐωσφόροι ἀμφανέντες,
κεῖσε πανημέριοι λάμπον, καὶ κατὰ νύκτα·
ἄλλοι δεσπερίοισιν ἐνιμερόπεσσι φύντες,
τάων κατεσάωσαν ἁμαρτίην ἐρεβεννήν·
μῆνις γὰρ κρυόεσσα διοτρεφέων βασιλήων,
καὶ τοὺς γ’ εὐδρομέοντας, ἐπὶ τόπον ἴσχανε τυτθὸν·
ὠκεανὸς δ’ οὓς γείνατο παγχθονίης συνοδικῆς,
τούτους ἐν μεμβράναις ὡς γ’ ἐν σήματι θνητοῦ
κατὰ μωσῆν ἰσόθεον φαραωκτόνον ἐσθλόν,
μ(ήτ)ηρ κατέθετο κυδρὴ· ὀψιγόνοις μέγ’ ὄνειαρ·
ἀτὰρ, οὐδὲ μαχεύμενοι, ἔσχον ἑτάρων ἰσχύν·
ἴσχανε γὰρ σύμπνοιαν, ἀφιλτέρα διάστασις·
ἄναξ εὐρυμέδων δε κραταιὸς πάνσοφος λέων,
καὶ φώτιός τ’ ἀγακλυτὸς π(ατ)ριάρχης,
τὴν δ’ οὐρανίην τετραγωνίσαντες σφαῖραν,
τέτταρα κατὰ κλίματα ἡδὲ μέτρα πάσης γῆς,
κανόσιν ὡς ἄστρασιν ἀπλανέσιν ἡδὲ πλανήταις, ||
πρὸς δὲ, νόμοις ἠπείροιο λευκαίνουσι κελεύθ(ους)·
ῥεῖα κατηστέρισαν, σοφίη τε φραδμοσύνη τε·
ἑπτάπολον σφαῖραν γάρ ἠὺ θ’ ὁρίζοντ’ ἀγλαὸν,
ἑπτάδα τ’ ἀθέσφατον ἀειστροφέων πλανήτων·
ἑπτὰ παγχθονίων συνόδων κανόνας ὁλολαμπεῖς,
ἐνθάδε προΐεψαν, ἀειφανῶς ἀνατέλλειν·
ὡς δύο καὶ δέκα δὲ, ψυχοτροφέας αὖ ἀστέρας,
ζώδια τοὺς καλέουσιν ἀμύμονες οὐ(ρα)νοφάνται·
δώδεκα κηρύκων ζαθέων κανόνας ἰδ’ ἐφετμάς,
λάμπειν ἐν μερόπεσσι πλανήταις τετάχατον·
ἴδης ἢν ἐθέλης καὶ πληϊάδων ἑπτάδα·
αὐγὰς ὡς προχέουσαν ἀειλαμπεῖς ἐνὶ κόσμω·
θεῖα θεοπρόπια· ἑπτὰ συνόδων ἁγίων·
ἃς τοπικὰς φάσκουσιν ἀληθεῖς ἱεροφάνται·
ἄθρει καὶ πόλον αὖτε νότιον νειλοτροφῆα·
κύδιμον ἀθανάσιον ἐρίηρόν τε κύριλλον·
ἀστέρας ἀλεξανδρείης, ὄμματα λιβύης·
καὶ πόλον ἠδὲ βόρειον καππαδοκήων π(ατέ)ρα·
βασίλειον πάμμεγαν· ἄτρυτον ἀσεβοφόντην·
ναὶ μὴν καὶ θρασυκάρδιον ὠρίωνα κρατερὸν,
ίω(άννην) χρυσόστομον, ἀντιοχήων κρηπίδα·
ἄρτεμιν ὣς σφάττοντα, βαλιὴν εὐδοξίαν,
οὔνεκα χήρας οἰνοτόκον λωβήσατο γαῖαν·
ἔστι καὶ λύρα τετράχορδος, ταῖσδ’ ἐννὶ μολπαῖς
θείου πν(εύματο)ς αὔρη πληττομένη πλησμίως,
ἥτις ἐσσομένοισι μετ’ ἀνθρώποισιν ἔσται,
ἀοιδὰς ἰάχουσα, ἀληθοῦς σ(ωτη)ρίης·
ἔστων δ’ οὗτοι, κυδάλιμοι γρηγόριοι δύο·
νυσσαέων ὁ πρόεδρος καὶ ὃς ἀνὰ πᾶσαν γῆν,
λάμψε θεηγορίη, διδάγμασι τε θεοῖο· ||
ἄραρε τῆσδε λύρας τετραχόρδοιο φθόγγω,
καὶ πέτρος ἀλεξάνδροιο, ὃς λάχε πτολίεθρον·
πρὸς δ’ αὖ, διονύσιος ἀχαιῶν ὄρχαμος ἱερός·
τοίην οὐ(ρα)νίην κατηστέρισαν πυκτίδα,
ἄναξ ἠδὲ π(ατ)ριάρχης, ῥώμης συνοχῆες·
ὅσοι γοῦν ὁράατε ἀπλανῶς διὰ ταύτης·
κανονικὰ θεσπίσματα πιστῶν δευτέρα φῶτα,
καὶ νόμιμ’ ἐκσφαιρισθέντα τῆς συστοιχίας,
λιτάζεσθε θεοῖο τρισυπόστατον φῦσιν·
ἣ πόλον ἐστερέωσεν ἴδ’ ἄστρων ἄπλετα φύλα·
εὐσεβέσι μὲν κείνοις· ἀρχιερεῖ βασιλεῖ τε
οἳ ταῖς δ’ ἐν μεμβράναισι πόλον ἐξετάνυσαν·
ἠὺ δέριν κατὰ δα(υὶ)δ ἀσματογραφῆαν,
ἀϊδίην πορσύναι οὐρανῶν βασιλείην·
τῶ δ’ αὖ ἀντιοχείης ταπεινῶ π(ατ)ριάρχη·
βαλσαμὼν θεοδώρω ὃς τῶνδ’ οὐρανίων
σωμάτων τολύπευσεν ἀπειρεσίους δυνάμεις·
πλανήτων τε νόμων ὑποχθονίην κατάδυσιν·
πρὶν λάχε θρόνον ἀντιοχείης πάρος κυδρῆς·
σ(ωτη)ρίην ψυχῆς· ταύτης γὰρ πέρι θρηνεῖ:· +++
Type(s) [5457] Ἀστέρες ὡς πολύφωτοι, ἀφεγγοῦς ὄμματα νυκτός, (72 verses)
Text source DBBE
Text status Text completely known
Date 15th c.
Manuscript SINAI - Mone tes Hagias Aikaterines - gr. 1609 [15th c.]
Place in Manuscript f. 12r-13r
Metre(s) Dactylic hexameter
Genre(s) Author-related epigram
Subject(s)
Image source(s)
Bibliography
Number of verses 72
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)
Permalink https://dbbe.ugent.be/occurrences/23122
Last modified: 2020-12-17.