Occurrence 20136
(formerly occ/3777)

+ Τοῦ αὐτοῦ ἐπίλογος εἰς τὸν νομοκάνονον διὰ στοίχων ἰάμβων:-
 
Τὴν Μωσαϊκὴν ἀναμετρήσας πλάνην
Ἐρημοβατῶν εἰς ἀνικμοπραξίας
Ἐπὶ χρόνοις δὶς εἴκοσιν, ἢ καὶ πλέον
Πάσης μὲν ἄλλης κοσμικῆς εὐπραγίας
Ὡσεὶ τροφῆς μετέσχον ὑπερπλησμίως
Μανναδοτοῦντος τοῦ Θεοῦ μοι τὴν χάριν
Μόνην δὲ τὴν γῆν, ἣν ἐπηγγείλατό μοι
Χεὶρ κυρίου χρίουσα χριστοὺς κυρίου
Οὐκ εἶδον ὡς ἔκφυλος Ἰσμαηλίτης
Ἢ μᾶλλον ἀχάριστος Ἰσραηλίτης
Κἂν γὰρ ἀνήχθην εἰς πόλου μέγα πλάτος
Ἀλλ᾽ οὐ παρείθην ἐντρυφῆσαι τῷ πλάτει
Καὶ κἂν ἀνῆλθον εἰς τρίτου θρόνου κλέος
Ἀλλ᾽ οὐκ ἀπῆλθον ἀπολαῦσαι τοῦ θρόνου
Τὸ πλάτος οὖν μου τοῦ πόλου μετεστράφη
Πρὸς πικρίας χάρυβδιν οὐ μετρουμένην
Καὶ τὸ κλέος κατῆλθε τοῦ τρίτου θρόνου
Πρὸς θρῆνον ἐμπρέπουσαν τοῖς θρηνουμένοις
Οὕτω δὲ τούτων ἐκ Θεοῦ δεδογμένων
Οὔθ᾽ ὁ πλατυσμὸς τῶν λογοχλαινίδων
Οὕθ᾽ ἡ καλύπτρα τῶν λογικοπρακτέων
Εἰς γῆν ἀπεῤῥύησαν ἁπαντοφθόρον
Ὡς εἰρία φθίνοντος σαπρὰς διφθέρας
Ἀλλ᾽ ὡς ῥάκος δύσχρητον Ἰσραηλίτου
Αἰγύπτιον φεύγοντος ἀκαθαρσίαν
Εἰσὶ παρ᾽ ἡμῖν ἐντεθησαυρισμένα
Εἰς δεῖγμα λοιπὸν εὐνοϊκῆς καρδίας
Τὰ πυκτία, δίδωμι ταυτὶ τοῦ νόμου
Τοῖς συναδέλφοις πατριαρχολευΐταις
Οὐχ ὡς Μωϋσῆς τὰς Θεογράφους πλάκας
Ἀλλ᾽ ὡς Ἰακὼβ τὰς Ἰωσὴφ χλαμύδας
Ἐκ κανονικῆς ἐξυφανθείσας κρόκης
Κἀκ τοῦ νομικοῦ στημονιθείσας μίτου
Τοῦ γὰρ Ἰωσὴφ τόν διδακτέον λόγον
Λάκκος κατέσχεν ἑθνικῆς κατουργίας
Καὶ γλωττοκάκη Περσικῆς ἀπιστίας
Εὔξασθε γοῦν μοι Λευϊτῶν ἅπαν στίφος
Καὶ γὰρ δι᾽ ὑμᾶς ἀπελευκάνθη πλέον
Τῶν κανονικῶν ἡ διδαγματουργία
Ἁμαρτιῶν κάθαρσιν εὐμενεστέραν
Καὶ ψυχικὴν ἔλλαψιν ἐμμελεστέραν
Τὸ γὰρ ἰδεῖν με τὸν λαχόντα με θρόνον
Τὴν γῆν Χαναὰν τήν θεωνυμουμένην
Ἀπηγορεύθη˙μὴ μάτην γονυκλίτει:~
Type(s) [3307] Τὴν Μωσαϊκὴν ἀναμετρήσας πλάνην (44 verses)
Text source K. Horna 1903, Die Epigramme des Theodoros Balsamon, Wiener Studien, 25, 165-217: 201-202
Text status Text completely known
Date 14th c.
Manuscript FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 5, Cod. 2 [14th c.]
Place in Manuscript f. 384v
Metre(s) Dodecasyllable
Genre(s) Scribe-related epigram
Image source(s) http://teca.bmlonline.it/ImageViewer/servlet/ImageViewer?idr=TECA0000607128&keyworks=plut.05.02#page/778/mode/1up
Bibliography
Number of verses 43
Related occurrence(s)
Acknowledgements
Creator(s)
Permalink https://dbbe.ugent.be/occurrences/20136
Last modified: 2021-02-02.