Occurrence 19835
(formerly occ/3426)
+ καὶ τίς σεμνεία κοσμεῖν καὶ αγλαΐζειν· | |
οἶδεν ὡς ἐγὼ καὶ λαμπρύνειν ἐνθέως· | |
πρό γε γαρ πάντων ἐκεῖθεν ἐγκελεύω· | |
ἐκσκυβαλίζειν περιττὴν πᾶσαν ὕλην· | |
εἰ τ(ὴν) ἀπληστείαν μέθην ἀδιφαγίαν· | |
ἀποτρέπομαι πάμπαν ἐκ τῆς τραπέζης· | |
ἔριν δὲ κραυγὴν ἀκροχολίαν πᾶσαν· | |
εὐτραπελίαν ὕβριν μνησικακίαν· | |
ἀποκηρύττω καὶ νεκροὺς θελημάτων· | |
ὡφθῆναι πείθω ἐν χ(ριστ)ῷ τοὺς ἀσκοῦντας· | |
καὶ απαξἀπλῶς ἄπαν φαύλον ἐξάγω· | |
καὶ ἀντεἰσάγω τῶν ἀγαθῶν τὸ πλῆθος· | |
δι' ὧν καθαίρω τῶν ψυχῶν τὰς κηλίδας· | |
καὶ νοῦν ἀνυψῶ καὶ πτερῶ καὶ ἀνάγω; | |
πρὸς παράστασιν καὶ μυστηκὴν λατρείαν· | |
τῆς προσκυνητῆς μακαρίας τριάδος· | |
ἧς προμηθείαις εἰς τέλος φυλαχθήει· | |
κτήτωρ ὁ ἐμὸς γερμανὸς ὁ κληνός τε· | |
σώζοιτο σ(ῶτ)ερ εἰς ἀπείρους αἰῶνας· | |
συν τὸ γράψαντι τλήμονη χθαμαλῶ τε:- |
Last modified: 2019-07-01.