| τοῦ αὐτοῦ στίχοι ἰαμβικοὶ περιέχοντες ἐν ἐπιτομῆ τὴν ἅπασαν ὑπόθεσιν καὶ δύναμιν τῶν ἐγκειμένων τῆδε τῇ βίβλω εὐσυνάπτων μαθημάτων |
| |
| Ὁρῶν θεατά βίβλον ηὐτελισμένην |
| μὴ παραδράμης τῶν γεγραμμένων λόγους· |
| ἀλλ’ εἴγε πολλαῖς μὴ προσανέχειν θέλεις. |
| βίβλοις τα πολλά καὶ δαπανᾶν τὸν χρόνον |
| κενὸν τιθεὶς σπούδασμα πάντα τὸν βίον· |
| ποθεις δ’ ἔχειν ἄριστον ἐν βραχεῖ τύπον |
| ἠθῶν. ἔργων, λόγων τε, καὶ θεωρίας, |
| κόλπους ἐρευνῶν τοὺς ἐμοὺς πόθου τύχης. |
| πηγὴ γάρ εἰμὶ παγκάλων σοφῶν λόγων· |
| οἷς ἄρδεται νοῦς καὶ ποτίζονται φρένες· |
| καὶ κόσμον ἤθη τὸν πρέποντα λαμβάνει. |
| πάσας γὰρ ἔνδον τὰς ἐπιστήμας φέρω, |
| κατὰ τρόπον πρέποντα συντεταγμένας. |
| κάτωθεν ἄνω τεχνικῶς ἀνηγμένας |
| νοῦν γῆθεν ἀνυψούσας εἰς πόλου πλάτη· |
| ἔχε γὰρ ἰδοὺ τὰς ἀπαρχὰς τῶν λόγων· |
| τὴν ῥητορικὴν ἐν βραχεῖ συνηγμένην, |
| γλῶσσαν παροτρύνουσαν ἀτρέστως λέγειν |
| πυρὸς μένει πλείουσαν, ὥς που τις ἔφη, |
| θέμεθλον ὥσπερ ἀκλόνητον τῶν λόγων· |
| στερραὶ στάσεις φέρουσαν ἡδραιωμένας· |
| μακρὰς τὰς εὑρέσεις τε καὶ πολυτρόπους, |
| μεθ’ ὧν χωρείαν ἰδεῶν καλλιφράδων. |
| ἔτι τε δεινοτάτην τεχνιαστάτην. |
| ὄργανον εὐθὺς τῆς λογικῆς τὸ κλέος· |
| ἢ συλλογισμῶν πλεκτάνη καὶ σφενδόνη, |
| ἀντιθέσεις τε καὶ στροφὰς τὰς ἐν λόγοις. |
| δυσεξοδεύτους λαβυρινθώδεις ἄγαν· |
| δεινῶς ἀνατρέπουσα λίαν ἐντέχνως· |
| νόθους ἀποπτύουσα· τοὺς δ’ αὖ γνησίους |
| ποθοῦσα καὶ στέργουσα καὶ κολπουμένη. |
| κανὼν ἀκριβῶς τοῦ σοφοῦ τεχνογράφου· |
| λίθος δοκιμάζουσα Λυδία λόγους· |
| αὔχημα τερπνὸν τῶν Σταγειρίτου βίβλων· |
| βοὴ καταπλήττουσα τοὺς ἐναντίους· |
| φρικτὴ βελῶν φαρέτρα τοῖς ἀλλοτρίοις, |
| χρηστῶν ταμεῖον ὀργάνων τῶν ἐν μάχαις· |
| ἄθρει, θεατά, καὶ φυσικῶν τοὺς λόγους, |
| ἄνωθεν ἐκλάμποντας ἐκ τῶν ἀδύτων, |
| τῆς πανσθενουργοῦ καὶ σοφῆς πανταιτίας· |
| καὶ μέχρι γῆς πυρός τε καὶ τῶν ἐν μέσω· |
| ἱκνουμένους νεύματι τοῦ παντεργάτου. || |
| πέρατα καὶ σχήματα καὶ διαστάσεις· |
| ὅρους ἀριθμοὺς ἰδέας διαφόρους· |
| ῥυθμοὺς κινήσεις, ἠρεμίας καὶ στάσεις· |
| ποιὰ ποσὰ χρώματά τε ποικίλα, |
| διδόντας αὐτοῖς ποικιλοτρόπως ἄγαν. |
| καὶ τὴν ἀκαλλῆ τρύγα τῶν ὄντων τέως, |
| εἰς τάξιν ἀμείβοντας εἰδῶν κοσμίως |
| ζώων φυτῶν τε καὶ βοτανῶν καὶ λίθων, |
| βροτῶν ὑπερβαίνοντα γνῶσιν καὶ λόγον· |
| φύσις γάρ ἐστιν ὄργανον τεχνουργίας· |
| τῆς παραγωγοῦ τῶν ἁπάντων αἰτίας· |
| μὴ δὴ παρέλθης καὶ φύσιν τὴν ἰδίαν· |
| ἄνθρωπε μαθεῖν αὖθις ἐκ τῶν κειμένων· |
| ἀλλ’ εἴγε ταύτην ἀσφαλῶς γνῶναι θέλεις, |
| πρόκυψιν, ἰδοὺ τὰ γεγραμμένα σκόπει· |
| περὶ ψυχῆς γὰρ οὐσίας ἀσωμάτου, |
| καὶ πηλίνου σώματός εἰσὶν οἱ λόγοι· |
| ἄμφω δὲ πράξεις ἔργα δυνάμεις πάθη. |
| ἴδια καὶ κοινά τε καὶ κατὰ μέρος· |
| ἄριστα δεικνύοντες ἐντέχνως λίαν· |
| καὶ δοξάσεις μάλιστα τὸν κοσμεργάτην. |
| ἄρρητον ἰδὼν δημιουργίας τρόπον |
| καὶ κρᾶσιν ἀσύγχυτον ἐξ ἐυτεχνίας |
| εἴδους νοητοῦ καὶ παχυτάτης ὕλης· |
| οἶμαί σε καὶ γὰρ αὐτόπτως τεθηπότα, |
| δαυὶδ τὰ ῥητὰ κατὰ νοῦν ἀεὶ στρέφειν· |
| ἑξῆς δὲ τούτων ἡ τετρὰς μαθημάτων |
| δίκην κλίμακος ἐν μέσῳ πως κειμένη, |
| τῶν φυσικῶν ὁμοῦ τε καὶ νοουμένων. |
| θαυμασίως ἄγει σε καὶ κατὰ λόγον· |
| ἐκ τῶν ὑλικῶν εἰς ἄυλον οὐσίαν. |
| ὥς πού τις ἐφθέγξατο τῶν σοφῶν πάλαι· |
| Ἄνελθε λοιπὸν καὶ ταπεινὰ μὴ φρόνει· |
| κτίσματα λιπὼν καὶ λόγους τούτων κάτω, |
| τὸν νοῦν τὸν οὐράνιον ἐξάρας ἄνω· |
| ζητοῦντα καλῶς τοὺς ψυχοτρόφους λόγους. |
| τῆς ὑψοποιοῦ πρακτικῆς καὶ δογμάτων· |
| ἐξ ῆς μὲν ἠθῶν καὶ λόγων καὶ πρακτέων |
| χάριν ἀπαντλήσειας ἀφθονωτάτην· |
| τέθριππον εὑρὼν ἀρετῶν ὑπερτάτων· |
| ἅρμα φαεινὸν σεμνὸν οὐρανοδρόμον |
| ἅρμα φλέγον κάκιστα δαιμόνων στίφη· |
| κατάγων αὐτοὺς μέχρις ἅδου πυθμένος, |
| πιστοὺς δ’ ἀνάγων τῶν ὁρωμένων ἄνω· |
| ἐν ᾧ καθήσας καὶ κρατήσας ἡνίας. |
| ὡς πρὶν ἡλίας θεσβίτης ὁ πυρίπνους |
| κούφως ἐπαρθεὶς γῆθεν ἀπτέρῳ τάχει. |
| πόλου τὰ λαμπρὰ καταλάβης χωρία· |
| ἔνθα κατιδὼν ἀγαθῶν εὐδενδρίαν. |
| κήπου νοητοῦ, τοῦ παραδείσου λέγω· |
| καρποὺς ἀρίστους καὶ τρυγήσεις καὶ φάγεις |
| καὶ τὸν φυτουργὸν εὐλογήσεις δεσπότην· |
| ἀφ’ ὧν δ’ ἀμυδρὰς εἰκόνας τε καὶ τύπους |
| ὡς ἐν κατόπτρῳ τῆς διανοίας βίβλῳ |
| λάβης ἀληθῆς τῆς θεοῦ φαντασίας. |
| ἐκ τῶν ἀληθῶν πνευματολέκτων λόγων. |
| εἰ δ’ οὖν πόνον σώματος ἀργείαν ἄγεις |
| καὶ τὴν λύχνον αἴσθησιν ἄγχεις ἐμφόνως |
| ἔνθα κἀκεῖθεν ἀλόγως στροβουμένην, |
| ἄγαν ἀκρατῶς ἐμμενῶς οἰστρουμένην, |
| καταχαλῶσαν καὶ κατασπῶσαν κάτω |
| οὐράνιον νῦν αἰθεροδρόμου φύσιν· |
| τῆς δ’ αὖ γε φαντασίας ὄγκους καὶ τύπους· |
| χρώματα πάντα καὶ πάσας διαστάσεις |
| στερρῶς καθείρξεις κατὰ χώραν ἐμμένειν. |
| τὸν νοῦν δ’ ἀμιγῆ παντὸς ὄγκου καὶ τύπου· |
| καθαρόν, ἀσύγχυτον, ἁπλοῦν καὶ μόνον· |
| εἰς ὕψος ἄρεις τοῦ θεοῦ θεωρίας. |
| πάντως μυηθῆς, ὡς ἐφικτόν σοι, φίλος, |
| ἐν ἡσύχῳ σοῦ τοῦ νοὸς καταστάσει. |
| ἄρρητα μυστήρια τῶν ἀποκρύφων· |
| τῆς προσκυνητῆς πανσθενουργοῦ τριάδος· |
| τὰ δ’ εἰσὶ ταῦτα, καὶ σκόπει μετὰ δέους· |
| ἓν αὐτολαμπὲς παράγωγον τῶν ὅλων, || |
| ὂν αὐτάγαθον. αὐτόφως. αὐτουσίαν, |
| ἄναρχον ἀρχήν αὐθέδραστον αἰτίαν, |
| ζωὴν προαιώνιον ἀειζωίαν· |
| δύναμιν ἀκάματον, ἄτρυτον κράτος, |
| ἀπειρίαν ἄπειρον, αὐταπειρίαν, |
| νοῦν δημιουργὸν τεχνίτην παντεργάτην· |
| σοφίαν ἀνείκαστον, αὐτογνωσίαν· |
| πέρας ἀπειρότατον ἐξ ἀπειρίας· |
| αἴγλην μίαν τρίφωτον ἀπείρου φάους· |
| φῶς τριτὸν ἁπλοῦν τῆς μιᾶς θεαρχίας, |
| ἕνωσιν ἀσύγχυτον ἀφράστῳ τρόπῳ, |
| διαίρεσιν ἄτμητον ἀῤῥήτῳ λόγῳ· |
| ἄτμητον ἀσύγχυτον ἁπλῆν τριάδα· |
| τριῶν ἀπείρων ἄπλετον συμφυΐαν· |
| π(ατὴ)ρ λόγος καὶ πνεῦμα ταῦτα τὰ τρία· |
| ἐν τρισὶ μία φύσις ἓν δὲ τὰ τρία· |
| ὧ δόξα τιμὴ καὶ κράτος πρέπει μόνῳ. |
| ἀεί τε καὶ νῦν καὶ τὸν ἅπαντα χρόνον. |
| τούτοις ἰθύνων σαυτὸν, οὐχ ἕξεις ψόγον· |
| κλεινὸς τρόποις ἔσῃ δὲ καὶ σοφὸς λόγοις· |
| εἰδὼς ἀκριβῶς τοὺς λόγους τῶν κτισμάτων· |
| ἔτι τε τὸν κτίσαντα ταῦτα δεσπότην. |
| μέμνησο δ’ ὦ τὰν. ἰωσὴφ ῥακενδύτου, |
| μετὰ πόνου πλείστου με συντεταχότος:+ |