Occurrence 18227
(formerly occ/1554)

Ἡρωϊκοί, in margine Ἰωάννου διακόνου
 
Κοσμογόνοιο Θεοῦ μεγάλης σοφίας ἐπιίστωρ
πρῶτα μὲν ἔπλετο Μωσῆς θειονόοις πραπίδεσσιν
εὖ καὶ ἐπισταμένως μερόπεσσιν ἅπαντ᾽ ἀναφήνας,
ὅσσα Θεὸς τεχνήσατο κρυπταδίῃς ἐνὶ βουλαῖς.
Αὐτὰρ ἔπειτα μέγα κλέος ἀνθρώπων Βασίλειος,
Καππαδοκῶν γαίης φυτὸν εὐθαλές, ὥριος ἀστήρ,
κόσμου παμμεδέοντος ἑωσφόρος ἠελίοιο,
θνητοῖς ἀνθρώποις ἀθάνατον ἄνακτα φαείνων.
Ὅς ῥα Θεοῦ ποιήματα καὶ φύσιος λόγον ὀρθὸν
φράσατο βαθυνόῳ φρενί, καὶ φράσεν ὕψεϊ γλώττης
ἀρξάμενος μὲν ἄνωθεν, ἀπ᾽ οὐρανοῦ ἀστερόεντος,
καί τε δι᾽ ἠέρος εἰς ὕδατα καὶ γαῖαν ἐπελθών,
παντοίων δὲ φύσεις ζώων καὶ ἤθεα πυκνὰ,
φωναῖς ἡδυλόγοισι περιφραδέως ἀγορεύσας.
τοὔνεκά οἱ πόθον ἄπλετον ἐν στήθεσσι φυλάσσων
βίβλον ἰωάννης ἐρικυδέα χείρεσι γράφω·
διάκονος μεγάλης θ(εο)ῦ ἔξοχα ἐκκλησίης
ᾗ τόδε θεῖον ἀνάθημ᾽ ὤπασα γηθόσυνος κῆρ·
ἰωσὴφ μεγάλου π(ατ)ριαρχοῦντος θεολέκτως.
ὄς τ᾽ ἀγανοφροσύνῃσι πολὺ προβέβηκεν ἁπάντ(ων)·
οἷοι νῦν βροτοί εἰσι, καὶ οἳ προπάροιθε γένοντο: +
Type(s) [2643] Κοσμογόνοιο Θεοῦ μεγάλης σοφίας ἐπιίστωρ (21 verses)
Text source
Text status Text completely known
Date 1401-1450
Manuscript ATHOS - Mone Iberon 1418 [1401-1450]
Place in Manuscript f. 173r-173v
Person(s)
Scribe
Ioannes (1401-1450) (diakonos)
Metre(s) Dactylic hexameter
Genre(s) Author-related epigram
Subject(s) Basil the Great (330-379) (episkopos of Kaisareia < Cappadocia)
Comment The text that we offer has been transcribed from the manuscript from line 13 on. The first twelve verses derive from Soteroudes (2007: 77-78).
Image source(s) Soteroudes (2007: 79)
Number of verses 21
Related occurrence(s) [20664] Πλάκας δέκτο φίλος μωσῆς μεγάλοιο θεοῖο
PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 554 (f. 2v)
(27 verses) (5/21)
Acknowledgements
Permalink https://dbbe.ugent.be/occurrences/18227
Last modified: 2019-07-01.