Occurrence 18226
(formerly occ/1553)

Στίχοι ἡρωϊκοὶ εἰς τὸν μέγαν Βασίλειον
 
Καππαδοκῶν Βασίλειον ἀείσομαι ἀρχιερῆα
Ἤθεσιν εὐπαγέα, καὶ σταθερὸν ξυνέσει·
Εἰδεῖ καὶ βιότητι διδάσκαλον ἀγνοσυνάων
Καὶ σιγέοντα μέγαν κήρυκα σωφροσύνης·
Βένθος ἄπαν λογικοῖο δαήμερον ὠκεανοῖο,
Νηῒ ὑπ’ εὐσκάρθμῳ ὀξυπόροιο νόου,
Χαῖρε, μάκαρ Βασίλειε, βίου μερόπων παιδευτὰ,
Ἀρμονίη κόσμου νῦν πλέον ἐκ μελέος.
Θειογόνου σοφίης μέγ’ ἀμύμονος ἐσθλὲ σαφητὰ,
Τῆς δ’ ἄμα ὀψιτέρης καὶ τε παλαιοτέρης.
Εὐνομίου μέγα πῆμα κακοφρονέοντ’ ἐνὶ θυμῷ,
Πνεύματι παγκρατεῖ λύσσαν έγειραμένου.
Τοῦ ῥα σαθρᾶς σοφίης κενοκόμπου τὰς λαβυρίνθους
Δείξας ἑοῖο λόγου ἀῤῥαγέεσσι λίνοις.
Κτίσιος ὃς δεδάηκας ἀφ’ ὑψόθεν αἴτια πάσης,
Οὐδὲ δαεὶς φθόνεσας ἐν μερόπεσσι φάναι.
Γαίην δ’ εὐρυτάτην καὶ αἰθέρος ἄτρυτον οἶμον,
Πνοιδότην τ’ ἀέρα καὶ σέλας αἰθόμενον,
Καὶ ζώων τὰ γένεθλα βροτοῖς κατὰ μοῖραν ἔειπας,
Χθὼν ὅσα καὶ ὅσ’ ἀὴρ καί τε θάλασσα φέρει.
Καὶ χλοερῆς βοτάνης ἰδιώματα πάντα μυθήσω,
Χαῖρε, μονοτροπίης στάθμιον ἀζυγέος.
Χαῖρε βροτῶν βιότητος ἑπ’ εὔπορον οἶμον ἰθύντορ,
Γήραος εὐκοσμίη, χαλινὲ κουροσύνης.
Type(s) [5094] Καππαδοκῶν Βασίλειον ἀείσομαι ἀρχιερῆα (24 verses)
Text source
Text status Text completely known
Date 1401-1450
Manuscript ATHOS - Mone Iberon 1418 [1401-1450]
Place in Manuscript f. 172v-173r
Person(s)
Scribe
Ioannes (1401-1450) (diakonos)
Metre(s) Elegiacs
Genre(s) Author-related epigram
Subject(s)
Comment Soteroudes (2007: 78) gives only the title and the incipit and refers to PG 133,1226, which is our main text source, but Soteroudes (2004: 432) offers the variants of the manuscript.
Bibliography
Number of verses 24
Related occurrence(s)
Acknowledgements
Permalink https://dbbe.ugent.be/occurrences/18226
Last modified: 2020-12-15.