Type 2643
(formerly typ/744)

Κοσμογόνοιο Θεοῦ μεγάλης σοφίας ἐπιίστωρ
πρῶτα μὲν ἔπλετο Μωσῆς θειονόοις πραπίδεσσιν
εὖ καὶ ἐπισταμένως μερόπεσσιν ἅπαντ᾽ ἀναφήνας
ὅσσα Θεὸς τεχνήσατο κρυπταδίῃς ἐνὶ βουλαῖς
Αὐτὰρ ἔπειτα μέγα κλέος ἀνθρώπων Βασίλειος
Καππαδοκῶν γαίης φυτὸν εὐθαλές, ὥριος ἀστήρ,
κόσμου παμμεδέοντος ἑωσφόρος ἠελίοιο,
θνητοῖς ἀνθρώποις ἀθάνατον ἄνακτα φαείνων.
Ὅς ῥα Θεοῦ ποιήματα καὶ φύσιος λόγον ὀρθὸν
φράσατο βαθυνόῳ φρενί, καὶ φράσεν ὕψεϊ γλώττης,
ἀρξάμενος μὲν ἄνωθεν, ἀπ᾽ οὐρανοῦ ἀστερόεντος,
καί τε δι᾽ ἠέρος εἰς ὕδατα καὶ γαῖαν ἐπελθών,
παντοίων δὲ φύσεις ζῴων καὶ ἤθεα πυκνὰ
φωναῖς ἡδυλόγοισι περιφραδέως ἀγορεύσας.
Τοὔνεκα οἱ πόθον ἄπλετον ἐν στήθεσσι φυλάσσων
βίβλον Ἰωάννης ἐρικυδέα χείρεσι γράφω
διάκονος μεγάλης Θεοῦ ἔξοχα ἐκκλησίης
ᾗ τόδε θεῖον ἀνάθημ᾽ ὤπασα γηθόσυνος κῆρ.
Ἰωσὴφ μεγάλου πατριαρχοῦντες θεολέκτως
ὄς τ᾽ἀγανοφροσύνῃσι πολὺ προβέβηκεν ἁπάντων
οἷοι νῦν βροτοί εἰσι, καὶ οἳ προπάροιθε γένοντο.
Editorial status Not a critical text
Genre(s) Author-related epigram
Metre(s) Dactylic hexameter
Subject(s) Basil the Great (330-379) (episkopos of Kaisareia < Cappadocia)
Tag(s)
Bibliography
Number of verses 21
Occurrence(s) [18227] Κοσμογόνοιο Θεοῦ μεγάλης σοφίας ἐπιίστωρ [1401-1450]
ATHOS - Mone Iberon 1418 [1401-1450] (f. 173r-173v)
(21 verses)
Permalink https://dbbe.ugent.be/types/2643
Last modified: 2019-07-01.