Type 5430
(formerly typ/3477)
Ὥσπερ τὸ πνεῦμα τοῦ Σαοῦλ τὸ συμπνίγον | |
Δαυὶδ διώκει τῇ βοῇ τῆς κινύρας, | |
οὕτως γε καὶ νῦν ἡ φάλαγξ τῶν δαιμόνων | |
τὸ ψαλμικὸν μέλπουσιν ἡμῖν πυκτίον | |
τῇ σῇ κελεύσει, Χριστέ, πόρρω φευγέτω, | |
ὅπως δι' αὐτοῦ ὕμνον ἐν μελῳδίαις | |
σοὶ προσφέρωμεν ὡς θεῷ καθ' ἡμέραν. |
Last modified: 2022-04-26.