Type 5078
(formerly typ/3137)

Δόξα σοι πάτερ, υἱὲ καὶ θεῖον πνεῦμα
δόξα σοι τρισήλιε, θεότης μία
δόξα σοι ἡ ἄτμητος, φύσις ἡ θεῖα
σοὶ πάτερ προάναρχε, σὺν σέοις πρέμοις
ὁδήγει κἀμοὶ τῷ χθαμαλῷ καὶ τλήμῳ
τοῦ πορεύεσθαι εἰς σωτηρίους τρίβους
ἃς αὐτὸς ἀπέφηνας, τοῦ σέου κλήρου
ὅπως τῆς ἄνω, τύχουσι κληρουχίας
διὸ κἀμοὶ ἄρρητε τριὰς ἡ θεῖα;
Σκέπε ἐσθλῶς με ὑπὸ βελῶν τοῦ πλάνου
ὅπως ὠφθῶ σοι ἐν ἐκείνῃ τῇ ὥρᾳ
ἡνίκα μέλλεις ποιῆσαι δικαίαν κρίσιν
κεκαθαρμένος, τῇ ψυχῇ σὺν τῷ σῶμα
καὶ ἀκούσω σου, γύρης ἐνδοξοτάτης
εἴσελθε χαίρων εἰς χαρὰν τοῦ Κυρίου
διὰ πρεσβειῶν, τῆς ἐνδόξου δεσποίνης
ἀγγέλων πάντων, προφητῶν καὶ ὁσίων
δῆμος θεοφόρων τε, πάντων μαρτύρων
Ναζηραίων πλῆθος τε, δικαίων φάλαξ
ὑπὲρ ἐμοῦ τοῦ τλήμωνος ἐκδυσωπεῖτε.
Πατέρα υἱὸν, καὶ τὸ ἅγιον πνεῦμα
ὅπως ἀριθμήσει με, ληνοῖς τοῖς ἄνω
τὸν ἀνάξιον χθαμαλὸν τλήμωνά τε
ἀμὴν ἀμὴν γένοιτο, τοῦτο Χριστέ μου
σὺ δόξα πρέπει εἰς αἰῶνας ἀλήκτους.
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Bibliography
Number of verses 25
Occurrence(s) [21829] Δόξα σοι π(άτ)ερ, υἰὲ καὶ θεῖον πν(εῦμ)α
VENICE - Biblioteca Nazionale Marciana - gr. Z. 578 (coll. 866) (f. 147v)
(25 verses)
Identification Vassis ICB 2005, 152: "Librarii subscr."
Permalink https://dbbe.ugent.be/types/5078
Last modified: 2019-05-20.