Occurrence 21829
(formerly occ/5688)
Δόξα σοι π(άτ)ερ, υἰὲ καὶ θεῖον πν(εῦμ)α: | |
Δόξα σοι τρισήλιε, θεότης μία: | |
Δόξα σοι ἡ ἄτμητος, φύσις ἡ θεῖα: | |
Σοὶ π(άτ)ερ πρὸ ἄναρχε, σὺν σέοις πρέμ(οις): | |
Ὁδήγει κἀμοὶ τῶ χθαμαλῶ καῖ τλήμω: | |
Τοῦ πορεύεσθαι εἰς σ(ωτη)ρίους τρίβους | |
Ἂς αὐτὸς ἀπέφηνας, τοῦ σέου κλήρου: | |
Ὅπως τῆς ἄνω, τύχουσι κληρουχίας: | |
Διὃ κἀμοὶ ἄρητε τριὰς ἡ θεῖα: | |
Σκέπε ἐσθλῶς με ὑπὸ βελῶν τοῦ πλάνου: | |
ὅπως ὠφθῶ σοι ἐν ἐκείνη τῇ ὥρα: | |
Ἡνίκα μέλλεις ποιῆσαι δικαίαν κρίς(ιν): | |
Κεκαθαρμένος, τῇ ψυχῆ σὺν τῷ σῶμα: | |
Καὶ ἀκούσω σου, γύρης ἐνδοξοτάτης: | |
Εἴσελθε χαίρων εἰς χαρὰν τοῦ κυρίου: | |
Διὰ πρεσβειῶν, τῆς ἐνδόξου δεσποίν(ης): | |
ἀγγέλων πάντων, προφητ(ῶν) καὶ ὁσίων: | |
Δῆμος θεοφόρων τε, πάντων μαρτύρων: | |
Ναζηραίων πλῆθος τε, δικαί(ων) φάλαξ: | |
Ὑπὲρ ἐμοῦ τοῦ τλήμωνο(ς) ἐκδυσωπεῖτε. | |
π(ατέ)ρα υἱὸν, καὶ τὸ ἅγιον πνεῦμα: | |
ὅπως ἀριθμήσει με, ληνοῖς τοῖς ἄνω: | |
Τὸν ἀνάξιον χθαμαλὸν τλήμωνά τε: | |
Ἀμὴν ἀμὴν γένοιτο, τοῦτο χ(ριστ)έ μου: | |
Σὺ δόξα πρέπει εἰς αἰώνας ἀλήκτους: |
Type(s) | [5078] Δόξα σοι πάτερ, υἱὲ καὶ θεῖον πνεῦμα (25 verses) |
Text source | DBBE (Autopsy of the manuscript) |
Text status | Text completely known |
Date | 1346 |
Manuscript | VENICE - Biblioteca Nazionale Marciana - gr. Z. 578 (coll. 866) [1346] |
Place in Manuscript | f. 147v |
Person(s) | |
Contextual information | The epigram is followed by the date. |
Metre(s) | Dodecasyllable |
Genre(s) | Scribe-related epigram |
Bibliography | |
Number of verses | 25 |
Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
|
Permalink | https://dbbe.ugent.be/occurrences/21829 |
Last modified: 2020-08-18.