Type 4267
(formerly typ/2365)

Μουσεῖον ἰδοὺ καὶ χαρίτων ἑστία,
ἐκκλησίας ἄθροισμα καὶ βάσις ξένη·
ἡ κατὰ παθῶν ἥδε πυκτὶς ὀλβία
Ἀσὰν ἀρίστου καὶ Κωνσταντίνου δίου·
διδάσκαλος δὲ τῶν Θεοῦ προσταγμάτων
ἄρτον νόων τρέφουσα τοὺς δαιτυμόνας
ἀναιρετικὴ πραγμάτων ἀπαισίων
πνέουσαν δεινὸν καὶ βλάσφημον ξίφος·
ἄνθρωπε λοιπὸν ἐκρόφησαι ναμάτων
δι᾽ὧν τύχοις ἄντικρυς ἐνθέων τρίβων
σαφῶς ἐν αὐτῇ τῇ θεοπνεύστῳ βίβλῳ
καθὼς διδάσκει μυστικωτάτῳ τρόπῳ
καὶ τὴν λύσιν θέλων γε τῶν ἐπταισμένων
ἡ μυστικὴ τράπεζα τῆς Καρυκίας
ἡ μυσταγωγὸς πνευμάτων τῶν ἐνθέων
αὕτη κατηγλάισε μαρτύρων στίφη,
αὕτη κατηδάφισε δαιμόνων θράση
ὑφ᾽ἧς διδαχθεὶς ἐκφύγῃς τὰ βλαπτέα·
εὕροις γὰρ εἰσήγησιν ἐνθέων λόγων
νίκας ἱερῶν μαρτύρων ὑπερτάτων
τριάδος ἐξήγησιν ἀκριβεστάτην,
Θεοῦ λόγου σάρκωσιν ἀρρητοτρόπως
καὶ θρηνεῖν Ἀδὰμ καὶ ταλαιπώρου βίου
τούτων ἀκέστωρ ὁ χρυσοῦς μοι δεσπότης,
καὶ φῶς δᾳδουχῶν τῶν ψυχῶν τὰς πικρίας
καὶ δογμάτων πέλαγος ἀφθόνων γέμων
σοφοῦ παρ᾽ἀνδρὸς ἐκτεθεῖσα πανσόφως
κατ᾽αἱρετικῶν φάσγανον τεθηγμένον,
ῥέουσα πηγὴ μυστικὴ πανδαισία,
κιννύρα τοῦ πνεύματος ἐμμελεστάτη
δι᾽ἧς θεοῦ κήρυξις ἀκριβεστάτη,
βάθρον δὲ τοῖς θέλουσι τῆς σωτηρίας
ἀφ᾽ ὧν ὁ πιὼν οὐχ ἁλίσκεται μόρῳ·
ἐξ ὧν διδαχθεὶς τὰ συνοίσοντα ξένως
ὀρθῶς ὁδεύσεις καὶ βιώσεις ἐνθέως·
ὁ γὰρ ψυχικὰς ἐκφυγεῖν χρῆναι βλάβας
ἰδοὺ προφανὴς ἡ βίβλος σωτηρία,
ἡ πρὸς πόλον φέρουσα καὶ θεὸν τρίβος
καὶ πνευμάτων μάχαιρα τῶν ἐναντίων·
αὕτη κατηγλάισε δογμάτων φύσιν
διδάσκαλος γὰρ ἀρετῆς καὶ κακίας,
τοὺς δ᾽ ἀρετῆς στέρξειας ἐνθέους τρόπους
βουλάς τε φυγεῖν τοῦ διαβόλου πάθος
ἔτυχον οὐκ ἔτυχον αὐτῆς ἐλπίδος
ῥήσεις προφητῶν ὑποφητῶν ἁγίων
μυστηρίων ἔμφασιν ἀκραιφνῆ ξένην
καὶ δογμάτων δήλωσιν ἠγνοημένων·
ᾧ κλῆσις Ἀσὰν εὐσεβὴς Κωνσταντῖνος.
Title(s) Στίχοι ἰαμβικοὶ εἰς τὴν βίβλον ταύτην
Text status Text partially unknown
Editorial status Not a critical text
Genre(s) Author-related epigram
Metre(s) Dodecasyllable
Comment The epigram is followed by: Τέλος τῶν ἰαμβικῶν στίχων τῆς βίβλου ταύτης (Lamberz 2006: 141).
Bibliography
Number of verses 48
Occurrence(s) [20541] Μουσεῖον ἰδοὺ καὶ χαρίτων ἑστία
ATHOS - Mone Batopediou 32 (f. 297r)
(48 verses)
Acknowledgements
Contributor(s)
Identification Vassis ICB 2005, 475: "In librum Constantini Asan"
Permalink https://dbbe.ugent.be/types/4267
Last modified: 2020-08-21.