Occurrence 20541
(formerly occ/4205)

Στίχοι ἰαμβικοὶ εἰς τὴν βίβλον ταύτην
 
Μουσεῖον ἰδοὺ καὶ χαρίτων ἑστία,
ἐκκλησίας ἄθροισμα καὶ βάσις ξένη·
ἡ κατὰ παθῶν ἥ γε πυκτὶς ὀλβία
Ἀσὰν ἀρίστου καὶ Κωνσταντίνου δίου·
διδάσκαλος δὲ τῶν Θεοῦ προσταγμάτων
ἄρτον νόων τρέφουσα τοὺς δαιτυμόνας
ἀναιρετικὴ πραγμάτων ἀπαισίων
πνέουσαν δεινὸν καὶ βλάσφημον ξίφος·
ἄνθρωπε λοιπὸν ἐκρόφησαι ναμάτων
δι᾽ὧν τύχοις ἄντικρυς ἐνθέων τρίβων
σαφῶς ἐν αὐτῇ τῇ θεοπνεύστῳ βίβλῳ
καθὼς διδάσκει μυστικωτάτῳ τρόπῳ
καὶ τὴν λύσιν θέλων γε τῶν ἐπταισμένων
ἡ μυστικὴ τράπεζα τῆς Καρυκίας
ἡ μυσταγωγὸς πνευμάτων τῶν ἐνθέων
αὕτη κατηγλάϊσε μαρτύρων στίφη,
αὕτη κατηδάφισε δαιμόνων θράση
ὑφ᾽ἧς διδαχθεὶς ἐκφύγῃς τὰ βλαπτέα·
εὕροις γὰρ εἰσήγησιν ἐνθέων λόγων
νίκας ἱερῶν μαρύρων ὑπερτάτων
τριάδος ἐξήγησιν ἀκριβεστάτην,
Θεοῦ λόγου σάρκωσιν ἀρρητοτρόπως
καὶ θρηνεῖν Ἀδὰμ καὶ ταλαιπώρου βίου
τούτων ἀκέστωρ ὁ χρυσοῦς μοι δεσπότης,
καὶ φῶς δαδουχῶν τῶν ψυχῶν τὰς πικρίας
καὶ δογμάτων πέλαγος ἀφθόνων γέμων
σοφοῦ παρ᾽ἀνδρὸς ἐκτεθεῖσα πανσόφως
κατ᾽αἱρετικῶν φάσγανον τεθηγμένον,
ῥέουσα πηγὴ μυστικὴ πανδαισία,
κιννύρα τοῦ πνεύματος ἐμμελεστάτη
δι᾽ἧς θεοῦ κήρυξις ἀκριβεστάτη,
βάθρον δὲ τοῖς θέλουσι τῆς σωτηρίας
ἀφ᾽ ὧν ὁ πιῶν οὐχ ἁλίσκεται μόρῳ·
ἐξ ὧν διδαχθεὶς τὰ συνοίσοντα ξένως
ὀρθῶς ὁδεύσεις καὶ βιώσεις ἐνθέως·
ὁ γὰρ ψυχικὰς ἐκφυγεῖν χρῆναι βλάβας
ἰδοὺ προφανὴς ἡ βίβλος σωτηρία,
ἡ πρὸς πόλον φέρουσα καὶ θεὸν τρίβος
καὶ πνευμάτων μάχαιρα τῶν ἐναντίων·
αὕτη κατηγλάϊσε δογμάτων φύσιν
διδάσκαλος γὰρ ἀρετῆς καὶ κακίας,
τοὺς δ᾽ ἀρετῆς στέρξειας ἐνθέους τρόπους
βουλὰς τε φυγεῖν τοῦ διαβόλου πάθος
ἔτυχον οὐκ ἔτυχον αὐτῆς ἐλπίδος
ῥήσεις προφητῶν ὑποφητῶν ἁγίων
μυστηρίων ἔμφασιν ἀκραιφνῆ ξένην
καὶ δογμάτων δήλωσιν ἠγνοημένων·
ᾧ κλῆσις Ἀσὰν εὐσεβὴς Κωνσταντῖνος.
Type(s) [4267] Μουσεῖον ἰδοὺ καὶ χαρίτων ἑστία (48 verses)
Text source S. Eustratiades 1919, Ἁγιορειτικῶν κωδίκων σημειώματα, Γρηγόριος ὁ Παλαμᾶς, 3, 624-639: 554-555
Text status Text completely known
Date 1301-1425
Manuscript ATHOS - Mone Batopediou 32 [1301-1425]
Place in Manuscript f. 297r
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Comment Vassis (2005: 475): "In librum Constantini Asan".

The epigram is followed by: Τέλος τῶν ἰαμβικῶν στίχων τῆς βίβλου ταύτης (Lamberz 2006: 141).

ἥ γε] ἥδε Lamberz
Bibliography
Number of verses 48
Acknowledgements
Creator(s)
Permalink https://dbbe.ugent.be/occurrences/20541
Last modified: 2016-06-11.