Type 3800
(formerly typ/1894)

Ἐγράφην ἡ παροῦσα βίβλος αὕτη διὰ χειρὸς
ἐμοῦ τοῦ παναθλίου καὶ οἰκτροτάτου τάλανος
Ἰωάννου δὲ τ' ὄνομα, τοῦ Μαγκλαβίτου λέγω,
περιπατοῦντος ἔτους ἀπὸ συστάσεως κόσμου
ἕως νῦν τὴν σήμερον μηνὸς Ἰαννουαρίου
εἶνεν ἑξακισχίλιοι, σὺν τοὺς ὀκτακοσίους
πλὴν καὶ ἐπάνωθεν τούτων εἴκοσι ὀκτὼ λέγω,
θέλωμεν καὶ τοὺς ἑκατὸν ἑβδομήκοντα καὶ δύο
ἵνα ὁ αἰὼν ὁ ἕβδομος καὶ αὐτὸς πληρώσῃ,
καὶ μετὰ τὴν συμπλήρωσιν τοῦ ἑβδόμου αἰῶνος
ἔμεινεν εἰς τὸν ποιητὴν καὶ κτίστην τῶν ἁπάντων
οὐδεὶς γινώσκει ἀδελφοί, τί δόξει τῷ κυρίῳ.
Μόνον ἀγωνισώμεθα ἀγάπην ὑπὲρ πάντα,
μὴ λοιδοροῦμεν ἀδελφοὺς, μὴ φθονοῦμεν ἀλλήλους,
καὶ ἐὰν ἔχωμεν ἀγάπην, ὁ φθόνος να λείπει
ἐλπίζομεν εἰς τὸν Χριστὸν οἱ πάντες να σωθοῦμεν·
ἐγὼ δὲ καὶ πορεύομαι ἐν ἀσωτίᾳ πάσᾳ
καὶ σφάλλω ἐν τῇ βίβλῳ μου ἐνθυμούμενος ταύτην,
σκοτίζονται οἱ ὀφθαλμοὶ καὶ αἱ χείραι μου τρέμουν
καὶ ὁ νοῦς μου ἐπαίρεται, εἰς ἀπόγνωσιν πίπτω·
διὰ τοῦτο νῦν παρακαλῶ καὶ δέωμαι πάντας,
οἱ ἀγαπῶντες τὸν Χριστόν, μηδέν με βλασφημεῖτε,
ἄλλ' ὅτι σφάλμα εὕρηται διορθώσατε τοῦτο
καὶ ὅστις κόψει δὲ χάρτην ἀπὸ τὴν βίβλον ταύτην
μετὰ γραμμάτων ἀριθμὸν καὶ λέξεων παντοίων,
ἐχέτω τὴν κατάραν σου καὶ πάντων τῶν ἁγίων
τοῦ παντοκράτορος ὀργὴν, καὶ δεσπότου τῶν ὅλων.
Text source V. Gardthausen, 1886, Catalogus codicum graecorum sinaiticorum, Oxford: 78
Text status Text completely known
Editorial status Not a critical text
Genre(s)
Metre(s) Decapentasyllable
Subject(s)
Tag(s)
Critical Notes 3 τ' ὄνομα ] τ' ὄνο Gardthausen
23 τοῦτο ] τούτω Gardthausen
Comment Text of Gardthausen (1886: 78) modified by DBBE.
Bibliography
Number of verses 27
Occurrence(s) [19725] Ἐγράφην ἡ παροῦσα βίβλος αὕτη, διὰ χειρὸς [1320]
SINAI - Mone tes Hagias Aikaterines - gr. 352 [1320] (f. 256v)
(27 verses)
Related type(s) [3798] Ὦ παρθένε δέσποινα μῆτερ Χριστοῦ τοῦ θεοῦ μου (19 verses)
Acknowledgements
Contributor(s)
Identification Vassis ICB 2005, 280: "Librarii precatio ad Deiparam"
Permalink https://dbbe.ugent.be/types/3800
Last modified: 2022-02-16.