Type 37006
| Πρὸς τὴν θεόπνουν τήνδ᾽ ἀμήχανον βίβλον | |
| τρέφων ἔρωτα καὶ πρὸ τῆς ἐντυχίας, | |
| σκοπὸν τὸν αὐτῆς ἀκοῇ μαθὼν μόνῃ | |
| ἑνὸς παρ᾽ ἀνδρὸς τῶν λόγοις τεθραμμένων, | |
| κτήτωρ ὑπάρξαι τῆσδε πλεῖστ᾽ ἱμειρόμην. | |
| Τῶν ἀντιγράφων ἕν τι πρὸς του τοιγαροῦν | |
| τῶν διὰ στοργῆς ἡγμένων δεδεγμένος, | |
| θησαυρὸν ὅστις ὅνπερ εἶχεν ἠγνόει | |
| (ὀψιμαθῶς γὰρ εἶχεν ἄγαν πρὸς τάδε), | |
| κἂν καὶ ἀγροίκως εὗρον ἐγγεγγραμμένον | |
| (τὴν γὰρ γραφὴν ἔσχηκε πλημμελῶς πάνυ, | |
| ποῖ μὲν στέρησιν τῶν γε λέξεων ἔχον, | |
| ποῖ βαρβάρως δὲ κειμένας ταύτας φέρον | |
| τῇ τοῦ γράψαντος ἀκριβεῖ ἀπειρίᾳ, | |
| ὅλων νοημάτων τε ἦν ἔνθ᾽ ὑστέρει | |
| χὑποθέσεων ἔλλειψιν εἶχεν ἐντελῶν), | |
| ἐκεῖθεν ἀντέγραψα τὴν βίβλον δ᾽ ὅμως, | |
| τὸ πλημμελὲς δέ, ὡς ἐνῆν τῆς γραφῆς μοι | |
| ἐξηκεσάμην οἴκοθεν, κἂν οὐκ ἔδει | |
| ἱταμότητος ἐς τοσόνδε καὶ θράσους | |
| ἐλθεῖν με μουσῶν ἐνδεῶς ἐσχηκότα· | |
| πρὸς τοὺτο δ᾽ ἠνάγκασε τῶν ἀντιγράφων | |
| σπάνις ἀκριβὴς καὶ στέρησις τῆς βίβλου. | |
| Ἀλλ᾽ ὦ τρόφιμοι τῶν λόγων, ξύγγνωτέ μοι | |
| καὶ σὺ πρὸ τῶν ἄλλων δὲ τῆς βίβλου πάτερ, | |
| τόλμης ἀκαίρου μᾶλλον εἰπεῖν δὲ θράσους, | |
| ὑφ᾽ οὗ παρῆλθον ἅλματι τἀσκαμμένα. |
| Title(s) | Librarii nota |
| Text source | DBBE (based on occurrence πρὸς τὴν θεόπνουν τήνδ᾽ ἀμήχανον βίβλον) |
| Text status | Text completely known |
| Editorial status | Not a critical text |
| Genre(s) | |
| Metre(s) | Dodecasyllable |
| Tag(s) | |
| Comment | The text has been slightly modified by DBBE with the assistance of Prof. Marc D. Lauxtermann. |
| Bibliography | |
| Number of verses | 27 |
| Occurrence(s) |
[37005] πρὸς τὴν θεόπνουν τήνδ᾽ ἀμήχανον βίβλον
[1390-1395]
LAWRENCE - University of Kansas, Kenneth Spencer Research Library D71 [1390-1395] (f. 87r) (27 verses) |
| Acknowledgements |
Information on the type courtesy of Georgi Parpulov.
Creator(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | |
| Permalink | http://dbbe.ugent.be/types/37006 |
Last modified: 2025-10-10.
