Occurrence 37005

πρὸς τὴν θεόπνουν τήνδ᾽ ἀμήχανον βίβλον,
τρέφων ἔρωτα καὶ πρὸ τῆς ἐντυχί(ας),
σκοπὸν τὸν αὐτῆς ἀκο(ῇ) μαθὼν μόνῃ,
ἑνὸς παρ᾽ ἀνδρὸς τῶν λόγοις τεθραμμέν(ων),
κτήτωρ ὑπάρξαι τῆσδε πλεῖστ᾽ ἱμειρόμην·
τῶν ἀντιγράφων ἕν τι προς του τοιγαροῦν,
τῶν διὰ στοργῆς ἡγμένων δεδεγμένος,
θησαυρὸν ὅστις ὅνπερ εἶχεν ἠγνόει,
ὀψιμαθῶς γὰρ εἶχεν ἄγαν πρὸς τάδε,
Κἂν καὶ ἀγροίκως εὗρον ἐγγεγγραμμένον,
τὴν γὰρ γραφὴν ἔσχηκε πλημμελῶς πάνυ,
ποῖ μὲν στέρησιν τῶν γε λέξεων ἔχον,
ποῖ βαρβάρως δὲ κειμένας ταύτας φέρον,
τῇ τοῦ γράψαντος ἀκριβεῖ ἀπειρία,
ὅλων νοημάτων τε ἦν ἔνθ᾽ ὑστέρει
χὑποθέσεων ἔλλειψιν εἶχεν ἐντελῶν,
ἐκεῖθεν ἀντέγραψα τὴν βίβλον δ᾽ ὅμως·
τὸ πλημμελὲς (δέ), ὡς ἐνῆν τῆς γραφῆς μοι,
ἐξηκεσάμην οἴκοθεν κἂν οὐκ ἔδει·
ἱταμότητος ἐς τοσόνδε καὶ θράσους,
ἐλθεῖν με μουσῶν ἐνδεῶς ἐσχηκότα·
πρὸς τοὺτο δ᾽ ἠνάγκασε τῶν ἀντιγράφων,
σπάνις ἀκριβὴς καὶ στέρησις τῆς βίβλου·
ἀλλ᾽ ὦ τρόφιμοι τῶν λόγων ξύγγνωτέ μοι·
καὶ σὺ πρὸ τῶν ἄλλων (δὲ) τῆς βίβλου π(άτ)ερ·
τόλμης ἀκαίρου μᾶλλον εἰπεῖν δὲ θράσους·
ὑφ᾽ οὗ παρῆλθον ἅλματι τἀσκαμμένα:-
Type(s) [37006] Πρὸς τὴν θεόπνουν τήνδ᾽ ἀμήχανον βίβλον (27 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1390-1395
Manuscript LAWRENCE - University of Kansas, Kenneth Spencer Research Library D71 [1390-1395]
Place in Manuscript f. 87r
Palaeographical information Written in two columns, to be read horizontally.
Contextual information The verses are found at the end of Gregory of Nyssa, Dialogue on the Soul and the Resurrection.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s) Nine Muses
Number of verses 27
Acknowledgements
  • Information on the occurrence courtesy of Georgi Parpulov.
  • Inspection of the manuscript image was possible by courtesy of Georgi Parpulov.


Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink http://dbbe.ugent.be/occurrences/37005
Last modified: 2025-10-10.