Type 36910

(...)
ὑπεκπροχεύων παντὶ σώματος μέρει
ἀπὸ κρατὸς καὶ μέχρι ταρσῶν εὐλόγως.
καὶ μαρτυρεῖ δὲ τοῦτον ὁ Χριστὸς λέγων·
"εὗρον τὸν ἄνδρα Βασίλειον τὸν μέγαν,
ὃν εὐκλεῶς ἔχρισα τῷ θείῳ σθένει,
ἐμοὶ ποθεινὸν ὄντα πρὸς τῇ καρδίᾳ,
ὡς ὄντα πιστὸν οἰκέτην μου καὶ φίλον,
ἐμῶν θελητὴν πανσόφων ἐνταλμάτων
καὶ τρισσοφεγγῶν εὐσεβῶν προσταγμάτων."
Δαυῒδ νέος μὲν εἰς δόμους γεννητόρων,
μικρὸς δὲ τάξει τῆς ἀδελφικῆς φύτλης,
μέγας δὲ τῷ βλέποντι κρυπτὰ καρδίας·
οὐκ εὐδοκεῖ γὰρ σωμάτων εὐρωστίᾳ
ἀλλ’ ἐν φαειναῖς πράξεσιν θείου βίου·
ἐκ ποιμνίων ἤρθη γὰρ εἰς ἀρχῆς κράτος
καὶ χρίεται τὸ χρίσμα τῶν ἀνακτόρων.
ὁ δεσπότης δὲ Βασίλειος, ἡ βάσις,
ὁ παγκράτιστος τοῦ κράτους ἐπώνυμος,
ἐγνωσμένος φὼς τῷ Θεῷ πρὸ τοῦ τόκου,
ἄμωμος ἁγνὸς ἐστερημένος ψόγου,
σκεῦος πεφυκὸς ἐκλογῆς σεβασμίας,
ἐξ ἰδιωτῶν μετριωτάτου γένους
ἀπραγμόνων τε καὶ σεμνῶν γεννητόρων
πανευλαβῶν δὲ καὶ πανευσεβεστάτων,
κόσμῳ τ’ ἄγνωστος τῷ Θεῷ δ’ ἐγνωσμένος,
τὸ θεῖον ὄντως χρίσμα τῆς ἐξουσίας
μέγαν τε θῶκον τῶν ἀνάκτων τοῦ κράτους
εἴληφεν ὡς ὢν ἄξιος τῶν ἀξίων.
δηλοῖ γὰρ ἡμῖν ἡ φερώνυμος φάσις,
ἡ τῷ μεγίστῳ τῶν βροτῶν καθαρσίῳ |
βαπτίσμ’ ὃ δὴ καλοῦμεν οἱ λελουμένοι
ὑπ’ ἀγγέλου δοθεῖσα τῷ κεκληκότι·
Βασίλειος γὰρ βασιλεὺς πρᾷος μέγας
εὐσυμπάθητος εὐπαρεκτικώτατος
χρηστὸς γαληνὸς εὐδιάλλακτος μέδων,
σώφρων δίκαιος ἐγκρατὴς Χριστοῦ φίλος
καὶ τῶν ἐκείνου πανσόφων προσταγμάτων
ὅλος τελευτὴς καὶ πανασφαλὴς φύλαξ.
εἰ γὰρ τις εἰς ἔννοιαν ἔλθοι τῶν πάλαι
τὴν τῶν ἀνάκτων ἀξίαν λελογχότων
καὶ τὰς ἐκείνων πρακτικὰς θεωρίας
εἰπεῖν θέλησοι καὶ προδεῖξαι τῷ λόγῳ,
ἥττους φανοῦνται τοῦ κρατίστου δεσπότου.
τοιοῦτος οὐ γὰρ ἐστι τῶν πάλαι μέδων
αὖθις νέων τε τῶν φορούντων τὰ στέφη
ἐν χρηστότητι καὶ θεουργικῷ βίῳ.
ἔδει μενοῦνγε τὸν κεκαλλωπισμένον
κλήσει πανόλβῳ τοῦ κράτους τῆς ἀξίας
ἄμοιρον εἶναι μηδ’ ὅλως τῶν πραγμάτων,
ἐν πράγμασιν γάρ ἐστιν ἡ τελειότης.
λεία βάσις γὰρ εἰκότως παρεσχέθη
βροτοῖς ἅπασιν ἐκ Θεοῦ τοῦ δεσπότου,
ἐν ᾗ βαδίζων πᾶς τις ἀνθρώπων γένους
ὑπεκδιδράσκει συμποδῶν προσκομμάτων
τῶν τῇ τραχείᾳ προσπεφυκότων τρίβῳ,
ἷκται δ’ ἰθείᾳ καὶ πανωμάλῳ βάσει
τῶν παντοδαπῶν ποικίλων χαρισμάτων,
ὧνπερ παρέσχεν ἡ χάρις τοῦ πνεύματος.
τῷ χριστομιμήτῳ δὲ πανσέπτῳ λόγῳ
ταπεινόφρων πέφηνεν ὡς εὐεργέτης, |
ἐθνῶν ὑπούλων τοὺς ἀκαμπεῖς αὐχένας
σοβῶν δι’ αὐτοῦ καὶ καθαιρῶν εἰς τέλος,
ἵππειον ἐχθροῦ Χριστὸς ὥσπερ τὸ θράσος
πώλῳ πατάσσων εὐτελεστάτῳ γένει.
τῇ πρᾳότητι πλουσιώτατος πέλει
πρόσταγμα πληρῶν ἐντολῶν θεηγόρων·
ἐντεῦθεν αὐτῷ κληροδοτεῖ γῆς τοὺς ὅρους
ἡ παντάνασσα τοῦ Θεοῦ θεσμουργία,
τὸν μακαρισμὸν τῶν ἀνωτάτω γερῶν
τούτῳ νέμουσα καὶ πορίζουσα κλέος.
εἰρηνοποιός ἐστιν ὡς ὁ δεσπότης
Χριστός, τὸ σεπτὸν τῆς θεαρχίας σέλας,
πόρρω διώκων τὰς θεοστυγεῖς μάχας
ὡς κακοποιῶν προσφιλεῖς ἀλαζόνων,
πᾶσιν δὲ πλοῦτον τῆς γαλήνης προσνέμων
τῆς καλοποιοῦ καὶ πανημερωτάτης·
υἱὸς δι’ αὐτῆς χρηματίζων, ὡς θέμις,
τοῦ παντάνακτος καὶ Θεοῦ καὶ δεσπότου.
οἴκτου τὰ ῥεῖθρα δαψιλῶς ἀναβρύει
νέμων ἅπασιν πλουσίως ὑπηκόοις
ὑπὲρ τὸ πλῆθος ὑετοῦ σταλαγμάτων,
ἀεννάως βλύζει τε τὰς εὐποιίας
ὁρμὴν ἔχων ἄπληστον εἰς εὐπραξίαν,
μὴ πω κορεννὺς τὴν ἑαυτοῦ καρδίαν
εἰς τὰς προχεύσεις καὶ δόσεις τοῦ χρυσίου
καὶ τὴν πενήτων ἄπλετον χορηγίαν.
ὡς ἄλλο μηδὲν εἴπερ ἦν κεκτημένος
σοφὸν Θεοῦ προστάγμα, τοῦτο καὶ μόνον
ἱκανὸν ἦν πλήξαί τε τοὺς ἐναντίους
ξενίζον αὐτὰς τὰς ἀσωμάτους φύσεις |
καὶ προξενοῦν τὰ θεῖα τῶν ἀνακτόρων
κάλλη θεαυγῆ τῶν βροτῶν ὑπέρτερα
εὐωχίαν τε τὴν διηνεκεστάτην
ἀκηράτοις ἵκουσαν ἐν διεξόδοις
κρείττω τε πάντων ὡραϊσμῶν ὁρωμένων
καὶ τῶν ἁπάντων κοσμικῶν ἀνωτέραν.
ποῖος τόπος γὰρ οὐ γέμει δωρημάτων
τῶν τοῦ θεόπτου δεσπότου Βασιλείου;
πραιτωρίων μὲν οἱ τόποι πεπλησμένοι
πάλαι τε καὶ νῦν καὶ τὸ μέλλον εἰς τέλος
ἐν ἡμέρᾳ καὶ νυκτὶ βλυζόντων σφόδρα
ἄβυσσος ὄντων μηδαμῶς κενουμένη·
καὶ πᾶς τις ἄλλος ἐνδεουμένων τόπος
πλήρης δέδεικται δεσπότου Βασιλείου
τῆς εὐσεβουργοῦ παντελοῦς εὐποιίας·
καὶ μέχρι πάντων ἐμβόλων τὴν πλουσίαν
ὑπεκπροτείνει παμφανῶς εὐσπλαγχνίαν.
πρὸς ταῦτα πάντως εἰκός ἐστιν ἐκφράσαι
τοὺς ἀγγέλους ἄνωθεν εὐλόγῳ λόγῳ
σαφῶς τὸ ῥητὸν τοῦ πάλαι Κορνηλίου·
"οἱ σοὶ μὲν οἰκτιρμοί τε καὶ μέγας τόνος
τῶν σῶν προσευχῶν ἐν προσώπῳ κυρίου
εἰς οὐρανὸν προσῆλθον ἀπτέρῳ τάχει
πρὸς σὴν ἄληστον μνημονευτικὴν χάριν
εἰς τοὺς ἀπείρους καὶ διηνεκεῖς χρόνους
αἰώνιον μισθόν τε καὶ σωτηρίαν."
ποῖος βροτὸς πόνοις δὲ συμπεφυρμένος
ἔχων τε θλῖψιν ἐκ δυναστῶν τῆς βίας
ἀρχοντικῇ τε καταδρομῇ δεδμημένος
καὶ τῷ τυράννῳ καὶ σπαρακτικῷ θράσει, |
εἶτα προσελθὼν τῷ γαληνῷ δεσπότῃ,
οὐκ εὐθὺς εὗρε τὴν λύσιν τῶν σφαλμάτων
καὶ τὴν ἄμειψιν ἐνδίκως τῶν πρακτέων;
τίς τῶν πάλαι γὰρ καὶ νέων ἀνακτόρων
τοιοῦτον ἔσχεν εὐπρεπέστατον τύπον,
ὡς πᾶσιν ἄρδην ἐξ ἴσου προστυγχάνειν
νέοις γέρουσιν ἀστικοῖς τε καὶ ξένοις
ἄρχοντα καὶ πένητα μὴ διακρίνων,
καθὼς ἔφησεν ἡ Θεοῦ θεσμουργία;
ἄναξι μὲν τοῖς πρόσθεν ὁφρὺς ἦν θράσους
τοῖς προσπεσοῦσι μὴ νέμειν τὰς ἐκβάσεις·
ὁ δ’ αὖ ποθητὸς τῷ Θεῷ Βασίλειος
ὁ πανσέβαστος πάγκλυτος, στεφηφόρος,
ἐπὰν προσέλθοι τις βροτῶν οἰκτρὸς πάνυ,
παραβλέπει μὲν οὐδ’ ὅλως τὸν πλησίον,
κλίνας τὸ οὖς δὲ πάσι τοῖς λόγοις τότε
δίδωσι τὴν αἴτησιν ἐν προθυμίᾳ.
ἅπαντα ταῦτα Χριστὸς ὁ ζωῆς ἄναξ
ἐν οὐρανοῖς ἔγραψεν εἰς θεῖον θρόνον·
διὸ κραταιοῖ τοῦ σεμνοῦ Βασιλείου
τὸ βασίλειον ἐν Θεῷ κατὰ κράτος,
οἶδεν γὰρ οἶδεν ὕψος εἰς φέρειν μέγα
τοὺς τὴν ἔπαρσιν μηδ᾿ ὅλως κεκτημένους.
ἀλλ’ ὦ θεουργὲ τῶν ἁπάντων κτισμάτων
ἄναξ ἀνάκτων Χριστὲ φῶς Θεοῦ λόγε,
πατὴρ σὺν υἱῷ πνεῦμά τε ζωηφόρον
τὸν γῆς ἄνακτα, τὸν φοροῦντα τὸ στέφος,
Βασίλειον τὸν πιστὸν ὄντα σὸν λάτριν
τῇ δεξιᾷ σου τῇ παναλκιμωτάτῃ
φρούρει φύλαττε καὶ βλάβης πάσης σκέπε |
ὁρωμένων ἐχθρῶν τε καὶ κεκρυμμένων.
δὸς νῖκος αὐτῷ τῶν ἐθνῶν κατὰ κράτους
ὑπὲρ τὸ νῖκος δαυϊτικῶν μυριάδων,
πρόσπονδα δεικνὺς τοῖς ποσὶν τοῦ δεσπότου
ἅπαντα φῦλα βαρβάρων κληρουχίας
τούτων τροποῦσθαι τὰς φάλαγγας καὶ στίφη
καὶ τοὺς Μάνεντος μυσταγωγοὺς καὶ φίλους.
ἔκτεινον αὐτοῦ τοὺς χρόνους μηκεστάτως
ὑπὲρ προφήτου Μωσέως τὰς ἐκτάσεις,
διδοὺς ἄπλητον εὐετηρίαν βίου
καὶ τῆς χαρᾶς πάντερπνον εὐρυχωρίαν,
εἰρηνικῶς ἄγειν τε πάντα τὸν χρόνον
μάχης ἄνευθε καὶ λύπης καὶ φροντίδων,
ἄτερ δὲ δεινῆς ἐθνικῆς παρουσίας.
σύστειλον ἐχθρῶν τοὺς φθόνους καὶ τοὺς δόλους
καὶ τοὺς ἐκείνων δυσμενεστάτους λόχους.
θαυμαστὸν αὐτὸν δεῖξον εἰς ἔθνη λόγε
ἔχοντα τὴν σὴν ἀπρόσιτον ἐλπίδα
λιταῖς ἀλήκτοις τῆς πανυμνήτου κόρης
τῆς παντανάσσης καὶ πανάγνου παρθένου
καὶ τῶν ἁπάντων ἁγίων αἰωνίως.
Text source A. Markopoulos 1992, An Anonymous Laudatory Poem in Honor of Basil I , Dumbarton Oaks Papers, 46, 225-232: 230-231
Text status Text partially unknown
Editorial status Critical text
Genre(s)
Person(s)
Poet
Photios - PMBZ: 6253 (patriarches of Konstantinoupolis < Turkey)
Metre(s) Dodecasyllable
Subject(s)
Tag(s)
Critical Notes The epigram consists of 231 verses, the first 60 of which seem to be lost (cf. Bandini).
Comment For the attribution to Photios, see Markopoulos, who dates the composition of the poem in the late 9th c.
Bibliography
Number of verses 172
Occurrence(s) [36911] ὑπεκπροχεύων παντὶ σώματος μέρει [10th c.]
FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 9.23 [10th c.] (f. 168r-169v)
(172 verses)
Acknowledgements
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Identification Vassis ICB 2005, 827: "In Laudem Basilii I Imp."
Permalink http://dbbe.ugent.be/types/36910
Last modified: 2025-09-30.