Occurrence 36911

εἰς τὸν Βασίλειον βασιλέα
 
(...)
ὑπεκπροχεύων παντὶ σώματος μέρει
ἀπὸ κρατὸς, καὶ μέχρι ταρσῶν εὐλόγως.
καὶ μαρτυρεῖ δὲ τοῦτον ὁ χ(ριστ)ὸς λέγων·
εὗρον τὸν ἄνδρα βασίλειον τὸν μέγαν,
ὃν εὐκλεῶς ἔχρισα τῷ θείῳ σθένει.
ἐμοὶ ποθεινὸν ὄντα πρὸς τῆ καρδίᾳ.
ὡς ὄντα πιστὸν οἰκέτην μου καὶ φίλον·
ἐμῶν θελητὴν πανσόφων ἐνταλμάτων.
καὶ τρισσοφεγῶν εὐσεβῶν προσταγμάτων·
δ(αυῒ)δ νέος μὲν εἰς δόμους γεννητόρων.
μικρὸς δὲ τάξει τῆς ἀδελφικῆς φύτλης,
μέγας δὲ τῷ βλέποντι κρυπτὰ καρδίας·
οὐκ εὐδοκεῖ γὰρ σωμάτων εὐρωστίᾳ.
ἀλλ’ ἐν φαειναῖς πράξεσιν θείου βίου·
ἐκ ποιμνίων ἤρθη γὰρ εἰς ἀρχῆς κράτος.
καὶ χρίεται τὸ χρίσμα τῶν ἀνακτόρων.
ὁ δεσπότης δὲ, βασίλειος ἡ βάσις·
ὁ παγκράτιστος τοῦ κράτους ἐπώνυμος·
ἐγνωσμένος φὼς, τῷ θ(ε)ῷ πρὸ τοῦ τόκου·
ἄμωμος ἁγνὸς ἐστερημένος ψόγου·
σκεῦος πεφυκὸς ἐκλογῆς σεβασμίας.
ἐξ ἰδιωτῶν μετριωτάτου γένους·
ἀπραγμόνων τε καὶ σεμνῶν γεννητόρων·
πανευλαβῶν δὲ καὶ πανευσεβεστάτων·
κόσμῳ τ’ ἄγνωστος τῷ θ(ε)ῷ δ’ ἐγνωσμένος.
τὸ θεῖον ὄντως χρίσμα τῆς ἐξουσίας·
μέγαν τε θῶκον τῶν ἀνάκτων τοῦ κράτους.
εἴληφεν ὡς ὢν ἄξιος τῶν ἀξίων
δηλοῖ γὰρ ἡμῖν ἡ φερώνυμος φάσις·
ἡ τῷ μεγίστῳ τῶν βροτῶν καθαρσίῳ·
βαπτίσμ’ ὃ δὴ καλοῦμεν οἱ λελουμένοι.
ὑπ’ ἀγγέλου δοθεῖσα τῷ κεκληκότι·
βασιλειος γαρ βασιλεὺς πρᾶος μέγας·
εὐσυμπάθητος εὐπαρεκτικώτατος·
χρηστὸς γαληνὸς εὐδιάλλακτος μέδων·
σώφρων δίκαιος ἐγκρατὴς χ(ριστ)οῦ φίλος.
καὶ τῶν ἐκείνου πανσόφων προσταγμάτων
ὅλος τελευτὴς καὶ πανασφαλὴς φύλαξ.
εἰ γάρ τις εἰς ἔννοιαν ἔλθοι τῶν πάλαι
τὴν τῶν ἀνάκτων ἀξίαν λελογχότων·
καὶ τὰς ἐκείνων πρακτικὰς θεωρίας
εἰπεῖν θέλησοι καὶ προδεῖξαι τῷ λόγῳ.
ἥττους φανοῦνται τοῦ κρατίστου δεσπότου·
τοιοῦτος οὐ γάρ ἐστι τῶν πάλαι μέδων·
αὖθις νέων τε, τῶν φορούντων τὰ στέφη.
ἐν χρηστότητι (καὶ) θεουργικῷ βίῳ·
ἔδει, μενοῦνγε, τὸν κεκαλλωπισμένον
κλήσει πανόλβω τοῦ κράτους τῆς ἀξίας·
ἄμοιρον εἶναι μὴδ’ ὅλως τῶν πραγμάτων·
ἐν πράγμασιν γάρ ἐστιν ἡ τελειότης·
λεία βάσις γὰρ εἰκότως παρεσχέθη.
βροτοῖς ἅπασιν ἐκ θ(εο)ῦ τοῦ δεσπότου·
ἐν ᾗ βαδίζων πᾶς τις ἀν(θρώπ)ων γένους.
ὑπεκδιδράσκει συμποδῶν προσκομμάτων·
τῶν τῆ τραχεία προσπεφυκότων τρίβω,
ἷκται δ’ ἰθείᾳ καὶ πανωμάλω βάσει·
τῶν παντοδαπῶν ποικίλων χαρισμάτων.
ὧνπερ παρέσχεν ἡ χάρις τοῦ πν(εύματο)ς·
τῶ χριστομιμήτω δὲ πανσέπτω λόγω.
ταπεινόφρων πέφηνεν ὡς εὐεργέτης.
ἐθνῶν ὑπούλων τοὺς ἀκαμπεῖς αὐχένας.
σοβῶν δι’ αὐτοῦ καὶ καθαιρῶν εἰς τέλος,
ἵππειον ἐχθροῦ χ(ριστὸ)ς ὥσπερ τὸ θράσος.
πώλῳ πατάσσων εὐτελεστάτω γένει·
τῆ πραότητι πλουσιώτατος πέλει·
πρόσταγμα πληρῶν ἐντολῶν θεηγόρων·
ἐντεῦθεν αὐτῶ κληροδοτεῖ γῆς, τοὺς ὅρους.
ἡ παντάνασσα τοῦ θ(εο)ῦ θεσμουργια·
τὸν μακαρισμὸν τῶν ἀνωτάτω γερῶν.
τούτω, νέμουσα καὶ πορίζουσα κλέος·
εἰρηνοποιός ἐστιν ὡς ὁ δεσπότης
χ(ριστὸ)ς τὸ σεπτὸν τῆς θεαρχίας σέλας·
πόρρω διώκων τὰς θεοστυγεῖς μάχας.
ὡς κακοποιῶν προσφιλεῖς ἀλαζόνων.
πᾶσιν δὲ πλοῦτον τῆς γαλήνης προσνέμων·
τῆς καλοποιοῦ καὶ πανημερωτάτης·
υἱὸς δι’ αὐτῆς χρηματίζων, ὡς θέμις.
τοῦ παντάνακτος καὶ θ(εο)ῦ καὶ δεσπότου·
οἴκτου τὰ ῥεῖθρα δαψιλῶς ἀναβρύει·
νέμων ἅπασιν πλουσίως ὑπηκόοις·
ὑπὲρ τὸ πλῆθος ὑετοῦ, σταλαγμάτων·
ἀεννάως βλύζει τε τὰς εὐποιίας.
ὁρμὴν ἔχων ἄπληστον εἰς εὐπραξίαν·
μὴ πω κορεννὺς τὴν ἑαυτοῦ καρδίαν·
εἰς τὰς προχεύσεις καὶ δόσεις τοῦ χρυσίου·
καὶ τὴν πενήτων ἄπλετον χορηγίαν·
ὡς ἄλλο μηδὲν εἴπερ ἦν κεκτημένος
σοφὸν θ(εο)ῦ προστάγμα, τοῦτο καὶ μόνον
ἱκανὸν ἦν πλήξαι τε τοὺς ἐναντίους·
ξενίζον αὐτὰς τὰς ἀσωμάτους φύσεις·
καὶ προξενοῦν, τὰ θεῖα τῶν ἀνακτόρων.
κάλλη θεαυγῆ τῶν βροτῶν ὑπέρτερα·
εὐωχίαν τε τὴν διηνεκεστάτην·
ἀκηράτοις ἵκουσαν ἐν διεξόδοις·
κρείττω τε πάντων ὡραϊσμῶν ὁρωμένων.
καὶ τῶν ἁπάντων κοσμικῶν ἀνωτέραν·
ποῖος τόπος γὰρ οὐ γέμει δωρημάτων.
τῶν τοῦ θεόπτου δεσπότου βασιλείου·
πραιτωρίων μὲν οἱ τόποι πεπλησμένοι·
πάλαι τε καὶ νῦν καὶ τὸ μέλλον εἰς τέλος·
ἐν ἡμέρα καὶ νυκτὶ βλυζόντων σφόδρα.
ἄβυσσος ὄντων μηδαμῶς κενουμένη·
καὶ πᾶς τις ἄλλος ἐνδεουμένων τόπος.
πλήρης δέδεικται δεσπότου βασιλείου·
τῆς εὐσεβουργοῦ παντελοῦς, εὐποιΐας·
καὶ μέχρι πάντων ἐμβόλων τὴν πλουσίαν
ὑπεκπροτείνει παμφανῶς εὐσπλαγχνίαν·
πρὸς ταῦτα πάντως εἰκός ἐστιν ἐκφράσαι·
τοὺς ἀγγέλους ἄνωθεν, εὐλόγω λόγω·
σαφῶς τὸ ῥητὸν τοῦ πάλαι κορνηλίου·
οἱ σοὶ, μὲν, οἰκτιρμοί τε καὶ μέγας τόνος
τῶν σῶν προσευχῶν· ἐν προσώπω κυρίου
εἰς οὐ(ρα)νὸν προσῆλθον ἀπτέρω τάχει·
πρὸς σὴν ἄληστον μνημονευτικὴν χάριν.
εἰς τοὺς ἀπείρους καὶ διηνεκεῖς χρόνους·
αἰώνιον μισθόν τε καὶ σωτηρίαν·
ποῖος βροτὸς πόνοις δὲ συμπεφυρμένος
ἔχων τε θλῖψιν ἐκ δυναστῶν τῆς βίας·
ἀρχοντικῆ τε καταδρομῆ δεδμημένος
καὶ τῶ τυράννω καὶ σπαρακτικῶ θράσει·
εἶτα προσελθὼν τῶ γαληνῶ δεσπότῃ.
οὐκ εὐθὺς εὗρε τὴν λύσιν τῶν σφαλμάτων.
καὶ τὴν ἄμειψιν ἐνδίκως τῶν πρακτέων·
τίς τῶν πάλαι γὰρ καὶ νέων ἀνακτόρων·
τοιοῦτον ἔσχεν εὐπρεπέστατον τύπον·
ὡς πᾶσιν ἄρδην ἐξ ἴσου προστυγχάνειν·
νέοις γέρουσιν ἀστικοῖς τε καὶ ξένοις·
ἄρχοντα καὶ πένητα μὴ διακρίνων·
καθὼς ἔφησεν ἡ θ(εο)ῦ θεσμουργία·
ἄναξι μὲν τοῖς πρόσθεν, ὁφρὺς, ἦν θράσους.
τοῖς προσπεσοῦσι μὴ, νέμειν τὰς ἐκβάσεις·
ὁ δ’ αὖ ποθητὸς τῶ θ(ε)ῶ βασίλειος·
ὁ πανσεβαστος πάγκλυτος στεφηφόρος·
ἐπὰν προσέλθοι τις βροτῶν οἰκτρὸς πάνυ·
παραβλέπει μὲν οὐδ’ ὅλως τὸν πλησίον·
κλίνας τὸ οὗς δὲ πάσι τοῖς λόγοις. τότε
δίδωσι τὴν αἴτησιν ἐν προθυμίᾳ·
ἅπαντα ταῦτα χ(ριστὸ)ς ὁ ζωῆς ἄναξ.
ἐν οὐ(ρα)νοῖς ἔγραψεν εἰς θεῖον θρόνον·
διὸ κραταιοῖ τοῦ σεμνοῦ βασιλείου.
τὸ βασίλειον ἐν θ(ε)ῶ κατὰ κράτος·
οἶδεν γὰρ οἶδεν ὕψος εἰσφέρειν μέγα.
τοὺς τὴν ἔπαρσιν μὴδ᾿ ὅλως κεκτημένους·
ἀλλ’ ὦ θεουργὲ τῶν ἁπάντων κτισμάτων
ἄναξ ἀνάκτων χ(ριστ)ὲ φῶς θ(εο)ῦ λόγε·
πατὴρ σὺν υἱῶ πν(εῦμ)α τε ζωηφόρον.
τὸν γῆς ἄνακτα τὸν φοροῦντα τὸ στέφος·
βασίλειον τὸν πιστὸν ὄντα σὸν λάτριν.
τῆ δεξιᾶ σου τῆ παναλκιμωτάτῃ
φρούρει φύλαττε καὶ βλάβης πάσης σκέπε.
ὁρωμένων ἐχθρῶν τε καὶ κεκρυμμένων·
δὸς νῖκος αὐτῶ τῶν ἐθνῶν κατὰ κράτους.
ὑπὲρ τὸ, νῖκος δαυϊτικῶν μυριάδων·
πρόσπονδα δεικνὺς τοῖς ποσὶν τοῦ δεσπότου.
ἅπαντα φῦλα βαρβάρων κληρουχίας·
τούτων τροποῦσθαι τὰς φάλαγγας καὶ στίφη.
καὶ τοὺς μάνεντος μυσταγωγοὺς καὶ φίλους·
ἔκτεινον αὐτοῦ τοὺς χρόνους μηκεστάτως.
ὑπὲρ προφήτου μωσέως τὰς ἐκτάσεις·
διδοὺς, ἄπλητον εὐετηρίαν βίου.
καὶ τῆς χαρᾶς πάντερπνον εὐρυχωρίαν·
εἰρηνικῶς ἄγειν τε πάντα τὸν χρόνον.
μάχης ἄνευθε, καὶ λύπης καὶ φροντίδων·
ἄτερ δὲ δεινῆς ἐθνικῆς, παρουσίας·
σύστειλον ἐχθρῶν τοὺς φθόνους καὶ τοὺς δόλους.
καὶ τοὺς ἐκείνων δυσμενεστάτους λόχους·
θαυμαστὸν αὐτὸν δεῖξον εἰς ἔθνη λόγε.
ἔχοντα την σὴν ἀπρόσιτον ἐλπίδα·
λιταῖς ἀλήκτοις τῆς πανυμνήτου κόρης·
τῆς παντανάσσης καὶ πανάγνου παρθένου.
καὶ τῶν ἁπάντων ἁγίων αἰωνίως· +
This is a partially unknown text. The numbers on the left are there for reference purposes only and do not necessarily correspond with the actual verse number.
Type(s) [36910] NA (172 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text partially unknown
Date 10th c.
Manuscript FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 9.23 [10th c.]
Place in Manuscript f. 168r-169v
Palaeographical information The epigram consists of 231 verses, the first 60 of which seem to be lost (cf. Bandini).
Contextual information It precedes Didymus' Against Manichaeans.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s)
Comment For the attribution to Photios, see Markopoulos, who dates the composition of the poem in the late 9th c.
Image source(s) https://tecabml.contentdm.oclc.org/digital/collection/plutei/id/196367
Bibliography
Number of verses 172
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink http://dbbe.ugent.be/occurrences/36911
Last modified: 2025-08-06.