Type 34166

Ἄκουε Δαυὶδ τοῦ παρ' ἡμῖν Ὀρφέως,
λόγον ἀληθῶς, θείων καὶ θεηγόρων
δέλτος ἀληθῶς πέλων κελαδισμάτων
Δαυὶδ τοῦ κλυτοῦ προφήτου λεληχυῖα·
φέρουσα ψαλμῶν δεκαπέντε δεκάδας,
ἑξήκοντά τε κεκτημένη τὰς δόξας,
καθίσματα δὲ δύο δεκάδας φέρω.
Ψαλμῶν τὸ τεῦχος ἐσφραγισμένοις χάρις,
κοινὸν ταμιεῖον φαρμάκων ἀκοσμίων,
δίκελλα συστρέφουσα βώλους καρδίας·
καὶ ῥεῖν ποιοῦσα τῇδε νᾶμα δακρύων
εὔρυθμος ᾠδὴ καὶ παθοκτόνον μέλος
ἐχθροῦ πονηρὰν προσβολὴν καταστρέφον
καὶ νοῦν χαμερπῆ συγχορεύειν ἀγγέλοις
αὐγάζον ὕψη τοῖς ἀΰλοις ἐνθέως·
ἔργον γάρ ἐστι τῶν ἄνω στρατευμάτων
ψαλμοῖς γεραίρειν τὴν ἀκήρατον φύσιν,
ἥτις τριλαμπεῖς τὰς ὑποστάσεις φέρει,
πληροῖ δὲ φωτὸς καὶ φρένας τοῦ κτητόρος.
Θείας ὁ Δαυὶδ ἐξ ἐπιπνοίας πάλαι
χορδὰς νοητὰς ψαλμοκινήτους λύρας
πλήττων, ἐπῇδε πνεύματος μελωδίαν·
δι’ ὧν ὁ δαίμων τὸν Σαοὺλ ἀπὸ πνευμάτων,
φεύγων ἐδείκνυ σωφρόνουντα τοῖς τρόποις
ἐν αἷς τὸ κρυπτῶν νοημάτων βάθος
δύσληπτον ὃν δύσφραστον ἠγνοημένον
πολλὴν παρεῖχε δυσχέρειαν καὶ πόνον,
φῶς τὸ χρυσοῦν καὶ θεόφθεγκτον στόμα·
πλησθὲν νοητῶν ἐνθείων χαρισμάτων,
ἔνευσεν ἠρεύνησεν, νοῦν ἀποκρύφοις
...λωσεν (?) ἐτράνωσε τοῖς οὐκ εἰδόσι,
κορῷ δι’ αὐτῶν ἐκδιώκων πνευμάτων
τὰς δυσμενεῖς φάλαγκας καὶ ψυχοφθόρους.
Ἣν ὁ γραφεὺς ἐνταῦθα συντάττων πόθος
παίσας συνάψας καὶ πρὸς ἓν συναρμώσας,
τὴν βίβλον ἐστήλωσε τήνδε σὺν πόθῳ
θέλγουσαν ἡδύνουσαν ἐκ συγγραμμάτων,
τέρπουσαν εὐφραίνουσαν ἐκ τῶν θαυμάτων,
διδοῦσαν τοῖς λαλοῦσι καὶ πονουμένοις
ψυχῆς τι κέρδος συλλέγειν ἐκ τῆς βίβλου.
Title(s)
  • Στίχοι ἴαμβοι εἰς τὸ τέλος τοῦ ψαλτηρίου
  • Versus in fine Psalterii
Text source DBBE (based on occurrence Ἄκουε δα(υὶ)δ τοῦ παρ' ἡμῖν ὀρφέως)
Text status Text completely known
Editorial status Not a critical text
Genre(s)
Metre(s) Dodecasyllable
Subject(s)
Tag(s)
Critical Notes 14 χαμερπῆ] χαμερπὴς cod.
37 ἐκ] ἐν cod.
39 διδοῦσαν] διδοῦσα cod.
Comment Lines 1-19 are a combination of well-known Psalter epigrams, whereas lines 21-40 are so far not known from other sources.
Bibliography
Number of verses 40
Occurrence(s) [34165] Ἄκουε δα(υὶ)δ τοῦ παρ' ἡμῖν ὀρφέως [1404]
OXFORD - Bodleian Library - Cromwell 5 [1404] (p. 441)
(40 verses)
Related type(s)
Acknowledgements
Creator(s)
Permalink https://dbbe.ugent.be/types/34166
Last modified: 2022-05-03.