Type 2685
(formerly typ/795)
| Εἰ θελήσῃ τις ὁμ᾽ ἴσχυον καλέσαι | |
| ἣν ἀρχιτέκτων ὁ σοφὸς Ἰωάννης | |
| ποικιλοτρόπως μουσουργήσας καὶ πήξας | |
| κλίμακα τήνδε θείαν οὐρανοδρόμον, | |
| μετὰ τῆς πάλαι ἣν Ἰακὼβ ἑώρα, | |
| οὐχ ἁμαρτήσῃ οὐδ᾽ ἀνόσιον φήσῃ, | |
| ἀλλὰ καὶ λίαν ἐπαινέσῃ πᾶς τοῦτον. | |
| Κατάγουσ᾽ ὤφθη οὐρανόθεν ἐκείνη | |
| ἀγγέλους πάντως, τῇ παντουργῷ προστάξει | |
| ταύτῃ δ᾽ ἐκ κάτω βροτοὺς ἀναβιβάζει | |
| προαιρομένους καὶ Θεῷ παριστάνει | |
| καὶ παραδείσου κληρονόμους δεικνύει. | |
| Οὐκοῦν μογήσας ἐν ἡμέραις βραχέσιν | |
| ἐκ πόθου θείου ἐλπίς τε σωτηρίας | |
| γέγραφα ταύτην κατειληφὼς τῇ κέρκῳ, | |
| μηνί τ᾽ ἐν ἕκτῳ, δηλονότι μαρτίῳ, | |
| ἡμέρᾳ τούτου πρὸς τῇ εἰκάδι πέμπτῃ, | |
| ἐν ᾗπερ Θεὸς ὁ λόγος ἐν πανάγνῳ | |
| γαστρὶ παρθένου ἐγκατιὼν εἰσέδυ, | |
| ἔτους δ᾽ ὀγδόου πρὸς ἓξ τοῖς χιλιάσιν, | |
| ἑκατοντάδος μετρουμένης ἑπτάκις, | |
| ἰνδικτιῶνος συντρεχομένης τρίτης, | |
| ἐμῇ δεξιᾷ ταλαίνῃ ναζιραίου | |
| Χαρίτωνος τ᾽ οὔνομα σχῶντος τοῦ πάνυ. |
Last modified: 2022-12-13.
