Occurrence 18312
(formerly occ/1646)

Εἰ θελήσῃ τις ὁ μ᾽ ἴσχυον καλέσαι·
ἥν ἀρχιτέκτων ὁ σοφός ἰωάννης·
ποικιλοτρόπως μουσουργήσας καὶ πήξας·
κλήμακα τήνδε θείαν οὐρανοδρόμον·
μετὰ τῆς πάλαι, ἥν ἰακώβ ἑωρα,
οὐχ ἁμαρτήσῃ, οὐδ᾽ ἀνόσιον φήσῃ·
ἀλλά καί λίαν, ἐπαινέση πας τοῦτον·
κατάγουσ᾽, ὤφθη οὐ(ρα)νόθεν ἐκείνη·
ἀγγέλους πάντως, τῇ παντουργῷ προστάξῃ·
ταύτῃ δ᾽ ἐκ κάτῳ, βροτούς ἀναβιβάζει·
προαιρουμένους, καὶ θ(ε)ῷ παριστάνει·
καὶ παραδείσου, κληρονόμους δεικνύει·
οὐκοῦν μογήσας ἐν ἡμεραις βραχέσιν·
ἐκ πόθου θείου, ἑλπίς τε σ(ωτη)ρίας·
γέγραφα ταύτην κατειληφώς τῇ κέρκῳ·
μηνὴ τ᾽ ἐν ἔκτῳ, δηλονότι μαρτίῳ·
ἡμέρα τούτου, πρὸς τῇ ἰκάδι πέμπτῃ·
ἐν ᾗπερ θ(εό)ς ὁ λόγός ἐν πανάγνῳ·
γαστρί παρθένου ἐνκατειών εἰσέδυ·
ἔτους δ᾽ ὀγδόου πρὸς ἓξ τοῖς χιλιάσιν·
ἑκατοντάδος μετρουμένης ἑπτάκις·
ἰνδικτιῶνος συντρεχομένης τρίτης·
ἐμῆ δεξιᾶ ταλαίνη ναζιραίου·
χαρίτωνος τ᾽ οὔνομα σχῶντος τοῦ πάνυ.
Type(s) [2685] Εἰ θελήσῃ τις ὁμ᾽ ἴσχυον καλέσαι (24 verses)
Text source DBBE
Text status Text completely known
Date 1200
Manuscript ATHENS - Ethnike Bibliotheke tes Hellados 2091 [1200]
Place in Manuscript f. 273r
Person(s)
Scribe
Chariton (12th-13th c.)
Palaeographical information The initial letters of each verse are in red ink.
Lake (1939: 12): 'It is in the same ink and a variation of the first hand'.
Metre(s) Dodecasyllable
Genre(s) Scribe-related epigram
Subject(s) John Klimax (6th c. - 7th c.) - PMBZ: 13914: "Personenkennziffer: 2791"
Image source(s) Lake X, plate 710
Bibliography
Number of verses 24
Acknowledgements
Permalink https://dbbe.ugent.be/occurrences/18312
Last modified: 2019-08-02.