Occurrence 26573
(formerly occ/10643)

τόυτους μὲν ἐξέθετο | πατρίκιος ἐπίσκοπος· | ἡ δὲ ἀπολογία εὐδοκίας αὐγούστης τῆς | ἀθηναίας τῆς γυναικὸς θεοδοσίου αὐ|γούστου τοῦ νέου υἱοῦ ἀρκαδίου βασιλέ(ως) αὕτη·
 
Ἧδε μὲν ἱστορίη θεοπρεπέος ἐστὶν ἀοιδῆς
πατρίκιος δ’ ὃς τήνδε σοφῶς ἀνεγράψατο βίβλον
ἔστι μεν ἀενάοιο διαμπερὲς ἄξιος αἴνου
οὕνεκα δὴ πάμπρωτος ἐμήσατο κύδιμον ἔργον
ἀλλ’ ἔμπης οὐ πάνυ ἑτήτυμα πάντ’ ἀγόρ(ευ)εν
οὐδέ μεν ἁρμονίην ἐπέων ἐφύλαξεν ἅπασαν
οὐδὲ μόνων ἐπέων ἐμνήσατο κεῖνος ἀείδαν
ὁππόσα χάλκεον ἦτορ ἀμεμφέος εἶπεν ὁμήρου· ||
ἀλλ’ ἐγὼ ἡμιτέλεστον ἀγακλεὲς ἔργον εἵδον (?)·
πατρικίοιο σελίδας ἱερὰς μετὰ χεῖρα λαβοῦσα
ὅσσα μὲν ἐν βίβλοισιν ἔπὶ πελέον οὐ κατὰ κόσμον
πάντ’ ἅμυδις κείνοιο σοφῆς ἐξείρυσα βίβλου·
ὅσσα δ’ ἐκεῖνος ἔλιπεν ἐγὼ πάλιν ἐν σελίδεσιν
γράψα. καὶ ἁρμονίην ἱεροῖς ἐπέεσσιν ἔδωκα·
Εἰ δέ τις αἰτιόωτο καὶ ἡμέας ἐς ψόγον ἕλκοι.
δοιάδες οὕνεκα πολλαὶ ἀρίζηλον κατὰ βίβλον
εἰσὶν ὁμηρείων τ’ ἐπέων πόλλ’ οὐ θέμις ἐστὶν.
ἴστω τοῦθ’ ὅτι πάντες ὑποδρηστῆρες ἀνάγκης·
Εἰ δ’ ὅστις ὑμνοπόλοιο σαόφρονα τιτανοῖο
μολπὴν εἰσαίων σφετέρην τέρψειεν ἀκουὴν,
δοιάδας οὔνεκα κεῖνος ὁμηρείων ἀπὸ βίβλων
οὔ ποτε συγχέας σφετέρη ἐνεθήκατο δέλτω
οὐ ξένον· οὕνεκα κεῖνος ὁμηρείας ἀπὸ μολπῆς
κεῖνα γὰρ ἐξ ἐπέων σφετέρων ποίησεν ἀοιδὴν
τρώων ἀργείων τε κακὴν ἐνέπουσαν ἀυτὴν
ὥς τε πόλιν πριάμοιο διέπραθον υἷες ἀχαιῶν ||
αὐτὴν τροίαν ἔχουσαν ἐν ἀργαλέω κυδοιμῶ
μαρναμένους αὐτούς τε θεούς. αὐτούς δὲ κ(αὶ) ἄνδρ(ας)
οὕς ποτε χαλκεόφωνος ἀνὴρ ἀύτησεν ὅμηρος
πατρίκιος· ὃς τήνδε σοφὴν ἀνεγραψατο δέλτον·
ἀντὶ μὲν ἀργείων στρατιῆς, γένος εἶπεν ἑβραίων·
ἀντὶ δὲ δαιμονίης τε καὶ ἀντιθέοιο φάλαγγος.
ἀθανάτους ἤεισε καὶ υἱέα καὶ γενετῆρα·
ἀλλ’ ἔμπης ξυνὸς μὲν ἔφυ πόνος ἀμφοτέροισιν·
πατρικίω· κἀμοὶ καὶ θηλυτέρη περ ἐούση∙
κεῖνος δ’ ἤρατο μοῦνος ἐν ἀνθρώποισι μέγα κῦδος·
Type(s) [7050] Ἧδε μὲν ἱστορίη θεοτερπέος ἐστὶν ἀοιδῆς (38 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 10th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - suppl. gr. 388 [10th c.]
Place in Manuscript f. 2v-3v
Palaeographical information The epigram was added a century later by another hand.
Contextual information The epigram precedes the Homerocentones along with another epigram, written by the same hand.
Metre(s) Dactylic hexameter
Genre(s)
Subject(s)
Comment According to Rey (1998: 89), the epigram was added a century later by another hand.
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b8470200p/f10.image
Bibliography
Number of verses 36
Acknowledgements
Transcriber(s)
Permalink https://dbbe.ugent.be/occurrences/26573
Last modified: 2021-02-20.