Occurrence 26572
(formerly occ/10642)

ὑπόθ(εσις) τῶν ὁμηροκέντρω(ν)
 
Βίβλος πατρικίου θεοειδέος ἀρητῆρος∙
ὃς μέγα ἔργον ἔρεξεν ὁμηρείης ἀπὸ βίβλου
κυδαλίμων ἐπέων τεῦξεν ἐρίτιμον ἀοιδήν
πρήξιας ἀγγελέουσαν ἀνικήτοιο θεοῖο
ὃς μόλεν ἀνθρώπων ἐς ὁμήγυριν∙ ὃς λάβε μορφ(ήν)∙
ἀνδρομέην∙ καὶ γαστρὸς ἀμεμφέος ἔνδοθι κούρης
κρύπτετο τυτθὸς ἐὼν∙ ὃν ἀπείριτος οὐ χάδε κύκλος
ἠδ’ ὡς παρθενικῆς θεοκύμονος ἔσπασε μαζὸν
παρθένοιο γάλακτος ἀναβλυζοντα ῥέεθρα
ὡς κτάνεν ἡρώδης ἀταλάφρονας εἰς ἔτι παῖδ(ας)
νήπιος, ἀθανάτοιο θεοῖο διζήμενος οἶτον
ὥς μιν ἰωάννης λοῦσεν ποταμοῖο ῥεέθροις
ὥς τε δυώδεκα φῶτας ἀμύμονας (…)λάχ’ ἑταίρους∙
ὅσσον τ’ ἄρτια πάντα θ(εὸ)ς τεκτήνατο γυῖα
νούσους τ’ ἐξελάσας στυγερὰς βλεφάρων ἀλαωτύς
ἡδ’ ὅπως ῥείοντας ἀπέσβεσεν αἵματος ὁλκοὺς
ἡδ’ ὅσους μαρτυρίησιν ὑπ’ ἀργαλέησι δαμέντας
ἤγαγεν εἰς φάος αὖθις ἀπὸ χθονίοιο βερέθρου∙ ||
ὥς τε πάθους ἁγίου μνημήια κάλλιπεν· ἄμμιν
ὥς τε βροτῶν ὑπὸ χερσὶ πάθη κρυεροῖς ἐνι δεσμοῖς
αὐτὸς ἑκὼν∙ οὐ γάρ τ(ις) ἐπιχθονί(ων) πολεμίζοι·
ὑψιμέδοντα θ(εὸ)ν· ὅτε μή τ’ αὐτός γε κελεύοι∙
ὡς θάνεν∙ ὡς ἀίδαο σιδήρεα ῥῆξε θύρετρα
κεῖθεν δὲ ψυχὰς θεοπειθέας οὐρανὸν εἴσω
ἤγαγεν ἀχράντοισιν ὑπ’ ἐννεσίησι τοκῆος
ἀναστὰς ἐν τριτάτη φαεσιμβρότω ἡριγεν(εί)η
ἀρχέγονον βλάστημα θ(εο)ῦ. γενετῆρος ἀνάρχου·
Type(s) [7048] Βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος (28 verses)
Text source DBBE
Text status Text completely known
Date 10th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - suppl. gr. 388 [10th c.]
Place in Manuscript f. 2r-2v
Palaeographical information The epigram was added a century later by another hand.
Contextual information The epigram precedes the Homerocentones along with another epigram, written by the same hand.
Metre(s) Dactylic hexameter
Genre(s)
Subject(s)
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b8470200p/f9.image
Bibliography
Number of verses 27
Acknowledgements
Transcriber(s)
Permalink https://dbbe.ugent.be/occurrences/26572
Last modified: 2021-02-20.