Occurrence 20649
(formerly occ/4324)
Ἄριστα λία καὶ θεόπνευστα πάντα, | |
Τὰ συγγράμματα πατέρων τῶν ὁσίων· | |
Τοῦ δέ γε θείου τὸ παρὸν ἰωάννου, | |
Πόνημα καὶ μάλιστα διαφερόντως· | |
Ὅτι καλλίστως καὶ εὐκρινῶς ἐν τούτῳ, | |
Ἐξαποπλέκει πλεκτάνας παθημάτων: | |
Εἴκειν δ’ εὐφυῶς, τῷ λόγῳ ὑφηγεῖται· | |
Σκαιῶν δ’ἐννοιῶν καὶ σκοτεινῶν πνευμάτων· | |
Ποιεῖ τηλαυγῶς διακρίνειν τὴν πλάνην· | |
Τίς δ’οὗτος εἱρμὸν ἢ σύνθεσιν ἢ τάξιν, | |
Ἀρετῆς ἐκδέδωκεν ὥσπερ ἐκεῖνος· | |
Ταύτην τευχάνας οἱονεὶ καὶ συθήρας· | |
Ὣςπέρ τινα κλίμακα τοὺς ἑλομένους· | |
Εἰς ὕψος ἀνάγουσαν θεολογί(ας)· | |
Θεωρίας τε τ(ῆς) ἀκτίστου καὶ θείας· | |
Καὶ μακαρίας ζωαρχικῆς τριάδος· | |
Ἣν εἰλικρινῶς σέβοιμεν εἰς αἰῶνας·- |
Last modified: 2019-08-02.