Occurrence 20411
(formerly occ/4077)

Στίχοι κυρ(οῦ) κωνσταντίνου τοῦ βέ[σ]του τοῦ κ(αὶ) Γρανάτου εἰς τ(ήν)δε τ(ὴν) βίβλ(ον):
 
Ὁ τήνδε θέλων ἀναγνῶναι τὴν βίβλον,
μὴ πρὸς τὸ μέ|τρον ἀπίδης τὸ τῶν στίχων·
μὴ μαλακισθῆς τῶ || σαφεῖ τῶν ῥημάτ(ων)
μὴ σχῆμα τυχὸν ῥητορικόν που σκόπει· |
μὴ φράσιν ἁβρῶς γλαφυρῶς τορευμένην
μὴ κόμ|πον ἄλλον ἔγκροτόν τε ποικίλον·
μηδέν τι θέλγον ἀ|κοὰς ἀνηνύτως·
ἐκτὸς γὰρ αὕτη θελκτικοῦ παντὸς | λόγου
(καὶ) σῶμα τέρπον οὔμενουν ἤσκηκέ τι·
ψυχὴν | δὲ τὰ θέλγοντα (καὶ) σώζοντά γε·
ἐνταῦθα πν(ευματικ)ὰ τοίνυν | ὄψει καὶ μόνον·
καὶ νοῦν θεωρόν, ἐνθέων διδαγμάτ(ων)·
τῶν δ’ αὖ ἐκεῖθεν ἱκανὴν γνῶσιν λάβεις·
ἐφ’ οἷς ἀ|ναγνῶς εἰ σκοπήσεις εὐστόχως,
οἷς (καὶ) δράσειας τοὺς | σεβασμίους λόγους·
τοῦ τῆδε τούτους εὐφυῶς γεγρα|φότος·
ἀνδρὸς τιμίου (καὶ) γέροντος ἁγίου·
θαύμαζε | τοῦτον ἀξιῶν ἐγκωμίων·
γέραιρε τίμα (καὶ) σεβάζου | (καὶ) κάλει,
φθάνειν ἀεί σοι τοῦδε τὰς δυσωπίας·
ἃς | πρὸς τὸ θεῖον ἱλαρῶς ἀναφέρει·
Type(s) [4055] Ὁ τήνδε θέλων ἀναγνῶναι τὴν βίβλον (21 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 14th c.
Manuscript ATHOS - Mone Iberon 480 [14th c.]
Place in Manuscript f. 3v-4r
Contextual information The epigram precedes Philip Monotropos' Dioptra and is followed by a numerical riddle on the author's name.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s) Philip Monotropos (12th c.) (monotropos)
Comment Lampros (1900: 152) gives only the title.
Bibliography
Number of verses 21
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)
Permalink https://dbbe.ugent.be/occurrences/20411
Last modified: 2020-06-18.