Occurrence 20380
(formerly occ/4042)

τοῦ ἐν ἁγίοις π(ατρὸ)ς ἡμῶν ἀνδρέου ἀρχι(επι)σκόπου κρήτης, ἱεροσολυμίτου• ἐγκώμιον εἰς τὸν ἐν θαύμασ(ιν) περιβόητον μυροβλύτην καὶ θαυματουργ(ὸν) νικόλα(ον), εὐλό(γησον) δέσποτα:+
 
Κρήτης ὁ ποιμὴν δεῦρο παρὼν ἀνδρέ(ας),
ἀφίσταται γὰρ οὐδὲ τοῦ | νῦν συλλόγου
τῶ πανταχοῦ παρόντι συνὼν δεσπότη·
τὸν μυ|ρέων πρόεδρον ὑμνεῖ τὸν μέγα·
δο(...) ἑστ(ῶς) εἰς τὰ τῆς τέχν(ης) | βάθη,
τοσοῦτον ἀθρεῖν οὐ(ρα)νῶν τεραστίων,
ψάμμον τὲ μετρ(εῖν) | ἤ φορυτὸν ἀστέρων.
ἢ κυμάτων πρὸς χύσιν, ἢ βλάστης | γένος·
ἀλλ’ ὦ κιβωτὲ παντοδαπ(ῶν) θαυμάτ(ων)·
οὐ(ρα)νίων θάλαμε | θησαυρισμάτ(ων)·
ἥλιε τῆς γῆς· ἄφθονε πτωχοτρόφε·
ἡ μὲν κάτω | θάλασσα τῶν δεῦρο κρότων,
χεῖται προσην(ὴς)· συ δ’ ἀναπλεῖς κ(αὶ) | τρέχεις·
τοῦ πν(εύματο)ς γὰρ τὴν καλὴν αὖραν φέρεις·
Καὶ λιμέν(ας )| δή τινας ἀρρήτ(ους) ἔχεις·
ἀγωγίμοι βρίθουσι τὸν πλοῦν ἐξάγων |
σοφὸς γὰρ εἶ συ τῶν ψυχῶν ἐπιστάτης
τὸν τοῦ βίου μάλι|στα κοιμίζων σάλον·
κ(αὶ) τὰς ἀγωγὰς τῶν ἀβουλήτων λύ|εις,
Καὶ τοὺς κατακλύζοντας αἱρεῖς κινδύνους·
πλὴν εὐ|μενῶς τὸ δῶρον ὁ πράος δέχου,
κἂν ἐξελεχθῆ τοῖς κα|τορθώμασί σου·
εἰ γὰρ παρῆν ἐνταῦθα καὶ νοῦς ἀγγέλου· |
Καὶ γλῶσσα καινὴ κ(αὶ) γραφῆς ἄλλης κρότος·
κ(αὶ) ῥημάτ(ων) | δύναμις ὑπερκοσμί(ων),
ἔδραμεν ἂν ὅ φασι παρα λύδιον |
ἐπείπερ αὐτὸς εἰς τὸ νικαν ἐκρίθ(ης),
τροφεῦ προμηθεῦ κἂν συ|νεκρίθης ὅμ(ως).
Καὶ μὴν ἐπαινεῖς τὰς παραθέσεις μά|καρ
εἴ που τίς ανθάμιλλον αὐτοῖς σε κρίνοι,
τοῖς εὐδοκιμή|σασι καὶ πρὸ του νόμου,
καὶ τοῖς μετὰ χάριτος ἠγωνισμένοις. |
ὅταν γὰρ ἦ τὸ πρᾶγμα νικ(ῶν) τὴν φύσιν,
οὐκ ἔστιν ὑμνεῖν ἀ|πὸ τῶν ὑπὲρ φύσιν·
ὥσπερ θεοῦ θέλοντος ἐμφαίν(ειν) θέαν.
Καὶ τὸ | ξένον πρόσλημμα τῆς μετουσί(ας)
εἰς ἡλιακὸν παραμορφουμεν | σέλας·
ἀλλ ἀκροατὴς τῶνδε τῶν λόγων γίνου·
κ(αὶ) τ(οὺς) φόρ(ους) λάμ|βανε τοὺς αἰτησίους,
ζυγοστατῶν τὸ ψῆγμα τῆς προθυμίας |
ὁ χ(ριστὸ)ς αὐτὸς ἐστι δεικνὺς ἐν τύπω·
Καὶ πρὸ(ς) τὰ λεπτὰ τῆς καλ(ῆς) χήρ(ας)| βλέπων
μᾶλλον δὲ καὶ πλούτιζε τοὺς πενεστάτ(ους)·
Καὶ τὴν | χάριν βράβευε δαψιλεστέραν
ἰσάγγελος γὰρ κ(αὶ) πρὸ τῆς ἐκδημί(ας)
Type(s) [4199] Κρήτης ὁ ποιμὴν δεῦρο παρὼν Ἀνδρέας (46 verses)
Text source DBBE
Text status Text completely known
Date 1421
Manuscript ATHOS - Mone Dionysiou 228 [1421]
Place in Manuscript f. 124r-124v
Palaeographical information The title is in red ink.
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s) Nicholas of Myra < Lycia < Asia Minor < Turkey (saint) (4th c.)
Bibliography
Number of verses 45
Acknowledgements Inspection of the manuscript image was possible by courtesy of the monk Gabriel (Mone Dionysiou).

Creator(s)
Transcriber(s)
Permalink https://dbbe.ugent.be/occurrences/20380
Last modified: 2019-09-03.