Occurrence 20377
(formerly occ/4039)

+ εἰς τὸν ἐν θαύμασι περιβόητον μυροβλύτην κ(αὶ) θαυματου(ργὸν) νικόλαον, στίχοι του λογιωτάτου κυρο(ῦ) φιλη:+
 
Τῶ νικολάω τὸν προκείμενον λόγον,
ἐρεύγετ(αι) μ(ὲν) ὁ στεφηφόρος λέων,|
λόχμην γὰρ ἂν εὕροι τίς αὐτοῦ τὸν βίον,
κομῶσαν ἀβρῶς | ἐν χλιδῆ τεραστίων·
τέρπει δὲ πᾶν ἔμμουσον ἀν(θρώπ)ων γένος,
ἀ|λλ’ οὐ θορυβοῖ τοῖς βρυχηθμοῖς τῶν κρότων·
βακχεύεται γὰρ ὑπὸ | εὐερμίας,
τὸν ἐντόνοις ἅλμασ(ιν) τῆς τέχνης τρέχ(ων)·
καὶ σκύμνος (ἐστὶ) | καὶ τιθασσὸς τὴν φύσιν,
οὐδὲν φέρων γνώρισμα θηρὸς αὐθάδ(ους)· |
ἔστι μ(ὲν) οὖν κράτιστον ἰδ(εῖν) τὸν λόγον·
εἰς ῥυθμὸν· εἰς κίνησιν· εἰς | νοῦν εἰς φράσιν·
καὶ σχηματισμὸν ἀττικοῦ πλήρη κτύπου· |
ἔστι δὲ κ(αὶ) πίθηκ(ον) αὐτόν που κρίν(ειν),
ἢ πτῶκα δειλὸν, πρὸ(ς) τὰ λαμπρὰ τοῦ βίου· |
ἐπείγετ(αι) γὰρ· ἀλλ’ ὑποστρέφει τρέχων·
Καὶ τὸν τοσοῦτον | ὄγκον οὐκ ἔχει στέγειν·
θάρσος γε μὴν ἄρρητον εὐνοίας φέρων,
καὶ | δορκάδος πρόεισι διψώσης πλέον,
εἰς τοὺς ἀγωγοὺς τῶν ὑπὲρ φύ|σιν μύρων.
πλὴν ἀγγέλους ἔδει σε θαυμάζειν μάκαρ.
οἷς αὐτός | ἀνθάμιλλος ἐκ γῆς εὑρέθ(ης)·
ἀλλ’ οὐ ταπειν(οὺς) κ(αὶ) παρ’ ἀν(θρώπ)ων κρότ(ους) |
ἐπεὶ δὲ κ(αὶ) συ κ(α)τ(ὰ) τὸν σὸν δεσπότην
εἰς καρδίαν βρεμούσαν | ἐκ πόθου βλέπεις
πρὸ(ς) τῶν λόγων ἥδιστα τὴν σχέσιν δέχου. |
ἀνθ’ ὧν ἐφ ἡμᾶς θαυματουργεῖς ἀφθόν(ως)·
χαρισμάτ(ων) | ἄβυσσον ἐξ ὕψους χέων·
εἰ μὴ γὰρ αὐτὸς πάντας ἡμᾶς εἱστίας.
τεραστίων τράπεζαν ἅβραν ἀρτύων·
τίς ἄν ποτε | ζῶν ἐκρότη σε δεσπότα·
κάλλιστε ποιμήν· ἄφθονε πτωχοτρόφε |
παγκόσμιον φῶς· ἀλλ’ ἐπευλόγει θύτα:+
Type(s) [4196] Τῷ Νικολάῳ τὸν προκείμενον λόγον (33 verses)
Text source DBBE
Text status Text completely known
Date 1421
Manuscript ATHOS - Mone Dionysiou 228 [1421]
Place in Manuscript f. 123v
Palaeographical information Written in prose form. The title is in red ink.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Subject(s)
Bibliography
Number of verses 33
Related occurrence(s) [25038] Τῶ νικολάω τὸν προκείμενον λόγον
VATICAN CITY - Biblioteca Apostolica Vaticana - Barb. gr. 583 (f. 782v)
(33 verses) (33/33)
Acknowledgements Inspection of the manuscript image was possible by courtesy of the monk Gabriel (Mone Dionysiou).

Creator(s)
Transcriber(s)
Permalink https://dbbe.ugent.be/occurrences/20377
Last modified: 2019-09-03.