Occurrence 18895
(formerly occ/2300)

Ἐπίγραμμα εἰς τὸν ὅσιον πατέρα ἡμῶν Θεόδωρον
 
Δῶρον [ἀει] ζώοιο θεοῦ μεγάλοιο ἄνακτος
ἱμαρόεν περίπυστον ἐπ᾽ εὐλαβέη βιότοιο
οὔνομα Θειόδωρος ποίμνης ἡγεύμενος ἧκα
νωλεμέως νυχίῃσι λιτῇς ἰδὲ τάξεσιν ἄλλαις
ὁμνοπόλων θεότευκτον ἀγήνορα ὦρσεν ἀοιδήν
Στουδίου ἣν κλεΐζουσιν ἀριπρεπὲ ὄλβιον οἶκον
ἱερὸν Ἰωάννοιο Χριστοῦ Προδρόμοιο σοφοῖς
ὃν κεν ἐπ᾽ ἐσθλοῖς πλῆσεν πλείστῃς χαρίτεσσι
στερρῇς σωφροσύνῃσι καὶ ἁγνείης φαιέεσσιν
ἀλκιμόεντ᾽ ἀπέλεθρα παρέσχετο ἤθεα πᾶσιν
νυκτινόμων παθέων αἴσχους ἀπάνευθεν ἐόντα
ἀγλαΐης φαέων δὲ ἀνάπλεα πάμπαν ἀγητά
τοῖσι μυϊσκομένοισι διδάγματα θειοεικέλευτα
ἐκν... τ᾽ ἀπόερσεν ἀερσιπότητα δὲ εἷλε
λευγαλέου καμάτοιο βαρυζυγέος δέ τε ἄχθος
ἴθμα τ᾽ ἔχειν πτερόεντα πρὸς οὐρανὸν ἀστερόεντα
ὡς ἄρα Χριστὸς ἔλεξε βροτῶν πολύολβος ἀρωγός
ἰστ... ξ ὑπορον περιδέξιον ἅλματι λαμπρῷ
τοῦ δ᾽ ἀπὸ ἄλλος ἔηκεν Ἀνατόλιός τις ἀμύμων
ᾧ ἔνιναι ἐτάεσκεν ἀγαυὸν θεῖον ἄημα
ἱ.... μενος λυδίηθεν μετ᾽ ἄλλους ἡγεμονῆας
....υτος ἀριφρα......ς δέμας ἤραρε νῷ θεολαμπεῖ
.....ασεύων Χριστοῖο φαάντατα ἴχνια φαιδρὰ
οἷα θεοῖο λάτρης πράξει βιότητι κρίσῃ (;)
πᾶσιν ἐπ᾽ εὐλαβέη διαπρύσιος οἶος ὁ πρῶτος
ἀτρεκίην κραδίη φισ....ἁ...είῃ φορέεσκε
τρισσοφαοῦς θεότητος ἐὼν πολύαινος ἐραστής
ρωμαλέως τελέθων περ ἀγακλέα πᾶσαν ἐφετμήν
ἴχνια παντοδαπῶν χαρίτων θεοείδεο τ᾽ ὄλβου
δῶρον ἔχων ἀρετὰς περικαλλέο [ἄσ]ματα λαμπρά
ἰσοφαῆ φύτλης θεοείδεος οὐραν[ίου]
This is a partially unknown text. The numbers on the left are there for reference purposes only and do not necessarily correspond with the actual verse number.
Type(s) [3104] Δῶρον ἀειζώοιο Θεοῦ, μεγάλοιο ἄνακτος (31 verses)
Text source S. Eustratiades 1918, Κατάλογος τῶν ἐν τῇ μονῇ τῶν Βλατέων ἀποκειμένων κωδίκων, Γρηγόριος ὁ Παλαμᾶς, 2, 97-107: 387-388
Text status Text partially unknown
Date 14th c.
Manuscript THESSALONIKI - Mone Blatadon 26 [14th c.]
Place in Manuscript (gen.) End of manuscript
Contextual information The poem follows a short biography of Theodore Stoudites.
Metre(s) Dactylic hexameter
Genre(s) Author-related epigram
Subject(s) Theodore of Stoudios (759-826) - PBE: 7369 - PMBZ: 18819: "Personenkennziffer: 7574/corr." (abbas of the Monastery of Stoudios < Konstantinoupolis < Turkey)
Bibliography
Number of verses 31
Related occurrence(s)
Acknowledgements
Contributor(s)
Permalink https://dbbe.ugent.be/occurrences/18895
Last modified: 2019-06-19.