Occurrence 18327
(formerly occ/1661)
Ὦ τριὰς τρισάναρχε π(άτε)ρ υἱὲ καὶ πν(εῦμ)α, | |
σκέπε φρούρει φύλαττε τοὺς τρεῖς δακτίλους, | |
τοὺς ἐκ πόθου γράψαντος τούτους τοὺς λόγους, | |
καὶ λύτρωσαι και ρὕσαι μας πυρὸς γὰρ τοῦ ἁσβέστου | |
τοῦ ἀκοιμήτου σκόληκος καὶ σκότος καὶ ταρτάρου. | |
ἔχοις γὰρ σοὶ πρεσβεύοντας τὰ πλήθη τῶν ἀγγέλων | |
πανάρχρανται πανάμωμε καὶ μ(ήτ)ηρ τοῦ Κ(υρίο)υ | |
καὶ θρόνε παμμπυρίμορφε Χ(ριστο)ῦ τοῦ βασιλέως | |
καὶ πλατυτέρα οὐ(ρα)νοῦ καὶ γῆς καὶ τῆς θαλάσσης | |
καὶ ὄντως θεομήτορα κυρίως Θ(εοτό)κον, | |
τὸν πρόδρομον τῆς χάριτος καὶ μύστην τοῦ σ(ωτῆ)ρ(ο)ς | |
τὸν βαπτιστὴν καὶ θαυμαστὸν ἐν ὅλοις τοῖς προφήταις | |
τὴν δωδεκάδα τῶν χορῶν καὶ θείων ἀποστόλων, | |
τοὺς ἱεράρχας τοῦ Χ(ριστο)ῦ καί θείους διδασκάλους, | |
σὺν τοῖς ὁσίοις ἅπασιν ὑμνήσωμεν συμφόνως | |
τοὺς μάρτυρας τοὺς θαυμαστοὺς πάσης τοῖς οἰκομένης | |
καὶ συν ιερομάρτυσι καὶ γυναικῶν μαρτύρων, | |
δεόμεθα νῦν ἐκτενὸς τοῦ σώζειν ἡμᾶς πάντας. |
Type(s) | [2697] Ὦ τριὰς τρισάναρχε πάτερ υἱὲ καὶ πνεῦμα (18 verses) |
Text source | L. Politis, M. Politi, 1991, Κατάλογος τῶν χειρογράφων τῆς Ἐθνικῆς Βιβλιοθήκης τῆς Ἑλλάδος ἀρ. 1857-2500, Athens: 298 |
Text status | Text completely known |
Date | 1351-1400 |
Manuscript | ATHENS - Ethnike Bibliotheke tes Hellados 2281 [1351-1400] |
Place in Manuscript | f. 95v |
Palaeographical information | The epigram is in red ink. |
Metre(s) | Decapentasyllable |
Genre(s) | Scribe-related epigram |
Number of verses | 18 |
Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://dbbe.ugent.be/occurrences/18327 |
Last modified: 2013-11-28.