Occurrence 17344
(formerly occ/530)

Ὡς ἄλλον εἰδότες σε θεῖον Μωσέα
ἐξ οὐρανοῦ τε μᾶλλον ἤπερ ἐξ ὄρους
τὰς μυστικὰς λαβόντα πανσέπτους πλάκας,
ἐκ χειρὸς αὐτοῦ τοῦ θεοῦ καὶ δεσπότου,
καὶ δόντα πᾶσι προξένους σωτηρίας
τὰς σωστικάς σου πανσόφους, πάτερ, βίβλους,
τιμῶμεν ὡς μάλιστα σὲ πρὸς ἀξίαν
ὡς μυσταγωγὸν ἐνθέων διδαγμάτων
καὶ πρᾶξιν αὐτὴν καὶ θεωρίας βάθη
(πολλοῖς ἐφικτὰ μηδαμῶς πεφυκότα)
σαφῆ προθέντα τοῖς θέλουσιν εἰδέναι
καὶ μὴ φθόνῳ φεύγουσι τούτων τὴν θέαν·
φλεχθεὶς γὰρ αὐτὸς ἄνθρακι τρισηλίῳ
ψυχήν, λόγον, νοῦν, καὶ καθαρθεὶς τὰς φρένας
φέγγεις ὁμοῦ τε καὶ φλογίζεις τοῖς λόγοις·
τοὺς μὲν πονηροὺς πυρπολεῖς τε καὶ φλέγεις,
χρηστοὺς δὲ φωτίζεις τε καὶ σώζεις ὅλως
συγγράμμασι σοῖς ἀσμένως πειθηνίοις.
ὧνπερ τὸ πλῆθος, κάλλος, ὕψος καὶ βάθος
καὶ τὸ κραταιὸν ἰσχύος νοημάτων
διδαγμάτων τε ποικίλας διακρίσεις
τίς ἐξιχνιάσειεν; ἦ σιγῇ μόνῃ
τούτοις τὸ σεπτὸν νοῦν ἔχων τις προσνέμοι,
νικῶσῃ μήκη καὶ κράτει τὰ τῶν λόγων·
ταῦτα βδέλυγμα πατρὶ τῷ σεβασμίω
πλὴν πίστεως ἔνδειγμα τῆς ἐμῆς μόνον.
Type(s) [2138] Ὡς ἄλλον εἰδότες σε θεῖον Μωσέα (26 verses)
Text source J. Darrouzès, 1966, Traités théologiques et éthiques / Syméon le Nouveau Theologien, Paris: 88-91
Text status Text completely known
Date 11th c.
Manuscript ATHOS - Mone Batopediou 666 [11th c.]
Place in Manuscript f. 4r-4v
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s)
Bibliography
Number of verses 26
Related occurrence(s)
Acknowledgements
Permalink https://dbbe.ugent.be/occurrences/17344
Last modified: 2020-11-24.