Type 7132
(formerly typ/5019)

Ὀππιανὸς ὁ ποιητὴς Κίλιξ μὲν ἦν τὸ γένος
ἐκ λαμπροτάτης πόλεως Ναζάρβου καλουμένης,
τρισευδαιμόνων γεγονὼς περιφανῶν γονέων,
Ἀγησιλάου μὲν πατρὸς μητρὸς δὲ Ζηνοδότης,
σοφίας ὄντος τοῦ πατρὸς ἔμπλεω καὶ παιδείας
τῆς μείζονος καὶ μάλιστα καὶ τῆς ὑψηλοτέρας.
ἤκμαζε δ’ οὖν ἐν τοῖς καιροῖς τοῦ κράτορος Σεβήρου,
Σεβήρου τοῦ γεννήσαντος τὸν Μάρκον Ἀντωνῖνον.
οὗπερ ἐπιδημήσαντος τοῖς τῶν Κιλίκων ὅροις
—ἔθος γὰρ ἦν ἐπικρατοῦν τότε τοὺς μοναρχοῦντας,
ἁπάσας περιέρχεσθαι τὰς ὑπ’ αὐτοὺς συχνάκις,
ἵν’ ἀνορθοῖντο παρ’ αὐτῶν, ἂν ὑποσκάζωσί τι—,
καὶ συρρυέντος εἰς ταὐτὸ γένους παντὸς Κιλίκων
πρὸς τὴν ἐκείνου προπομπήν, καὶ πάντων ὑπαντώντων,
ὁ μέγας Ἀγησίλαος ἐλέλειπτο καὶ μόνος·
βίβλοις καὶ γὰρ ἐσχόλαζε νύκτωρ καὶ μεθ’ ἡμέραν
θηρώμενος τὰ κάλλιστα πάντων τῶν μαθημάτων,
καὶ σκυλακεύων τὸν υἱὸν ἐς τὰς ὁμοίας θήρας.
θυμοῦται τοίνυν ὁ κρατῶν, μετάπεμπτον ποιεῖται
τὸν τῆς σοφίας ἐραστήν—ὕβριν καὶ γὰρ ἡγεῖτο
τὸ μὴ καὶ τοῦτον προπομπὸν ἐκείνου καθεστάναι—,
καὶ τίθησιν ἐξόριστον εἰς τὴν Μελίτην νῆσον,
ἣν ἀμφικλύζει πέλαγος εὐρυχανδὲς Ἀδρίου.
ἔνθα συνὼν Ὀππιανὸς αὐτῷ τριακοντούτης
τὴν τῶν ἰχθύων ἔγραψεν ἄγραν τὴν ἐναλίαν,
τὴν τῶν θηρίων μετ’ αὐτήν, εἶτα τὴν τῶν ὀρνέων
σὺν ἄλλοις πλείοσι, λεπταῖς καὶ βραχυτμήτοις βίβλοις,
ὧνπερ κατεκαυχήσατο χρόνος ὁ πανδαμάτωρ,
τούτων τῶν δύο τέλεον φεισάμενος καὶ μόνων
τῶν εἰς τὰ κυνηγέσια καὶ πρὸς τὴν ἐναλίαν.
ἐπεὶ δ’ εἰς Ῥώμην ἀναχθείς, τὴν πρεσβυτέραν Ῥώμην,
τῷ βασιλεῖ συνήντετο Ῥωμαίων Ἀντωνίνῳ
—ὁ γὰρ Σεβῆρος ᾤχετο γῆθεν λιπὼν τὸν βίον—,
καὶ βίβλους ἐνεχείρισεν αὐτῷ τὰς πονηθείσας,
τοσαύτην τὴν ἀγάπησιν ἔσχε πρὸς βασιλέως,
ὡς κελευσθῆναι ζήτησιν τὴν πρὸς θυμῶν ἐκφῆναι,
ὁ δὲ ζητεῖ τὴν τοῦ πατρὸς καταγωγὴν ἐκ νήσου,
κατευστοχεῖ τοῦ θελητοῦ, λαμβάνει τὸν γενέτην,
ἀπαριθμεῖται καὶ χρυσὸς αὐτῷ πρὸς βασιλέως,
ἑνὸς στατῆρος ὤνιον ἕνα τιθέντος στίχον.
καὶ ταῦτα μὲν ἐνταῦθά μοι στήτω τοῦ πρόσω δρόμου·
τὰ γὰρ πολλὰ παρίημι μῆκος ἐκφεύγων λόγου,
ὅτι τεθναίη σὺν πατρὶ στραφεὶς ἐν τῇ Ναζάρβῳ,
λοιμώδους νόσου καὶ φθορᾶς τὴν πόλιν βοσκηθείσης,
ὅτι θανόντος ἄγαλμα πολυτελὲς ὁ δῆμος
ἔστησαν ἐπιγράψαντες ἔπαινον ἐλεγείοις,
ὅτι τυγχάνει προσφυῶς πᾶνυ τοι γνωματεύων,
τὰ πράγματα δ’ ὑπόψια δείκνυσι παραβάλλων,
καὶ τελευταῖον ὡς πολὺ τὸ λεῖον ἐν τοῖς λόγοις,
ὃ τοῦ σαφοῦς σκευαστικὸν οἷά περ ἄνθος ἔχει,
ἠδ’ οἶδε τὴν πυκνότητα τὴν τῶν ἐνθυμημάτων,
ὃ δυσχερὲς τοῖς ῥήτορσι καὶ παντελῶς ἐργῶδες.
Title(s) Κωνσταντίνου τοῦ Μανασσῆ γένος Ὀππιανοῦ διὰ στίχων πολιτικῶν ἐμμέτρων.
Text source A. Colonna 1964, De Oppiani vita antiquissima, Bollettino del Comitato per la preparazione della edizione nazionale dei classici greci e latini, 12, 32-40: 38-39
Editorial status Critical text
Genre(s) Author-related epigram
Person(s)
Poet
Constantine Manasses (1130-1187) - PBW: Konstantinos/302/
Metre(s) Dodecasyllable
Subject(s) Pseudo-Oppian of Apameia < Syria (3rd c.)
Tag(s)
Bibliography
Number of verses 52
Occurrence(s) [26586] Ὀππιανὸς ὁ ποιητὴς κίλιξ μὲν ἦν τὸ γένος
VENICE - Biblioteca Nazionale Marciana - gr. Z. 479 (coll. 881) (f. 66v-68v)
(8 verses)
Identification Vassis ICB 2005, 540: "Const. Manasses, Vita Oppiani"
Permalink https://dbbe.ugent.be/types/7132
Last modified: 2019-08-13.