Type 6854
(formerly typ/4754)
Πρέσβυν ἄγω σοι τὴν σὲ τεκοῦσαν, Λόγε, | |
σὺν τῷ προδρόμῳ καὶ θείῳ βαπτιστῇ σου, | |
τοὺς προτοστάτας. Τῶν ἀΰλων ἀ(...)λων | |
τῆν νίκην λαοῦ καὶ ποιμένα τῶν μύρων, | |
τετράδαν ἅμα στρατηλατῶν μεγάλων | |
Δημήτριον, Νέστορα, Θεόδωρόν τε· | |
καὶ τὸν πένταθλον Γεώργιον τὸν μέγαν, | |
ο δ(...) φάλαγγα τῶν ἁγίων (...)των, | |
(...)ασᾶς σὸς λάτρης ὁ μοναχὸς καὶ ξένος | |
ὅ(...)τως εὕροιμι τὴν ἄνω βασιλείαν· | |
ἐν τῇ σκέπῃ σου φυλαττόμενος ἄγαν | |
φύγω παντοίων κακῶν ἐπαναστάσεις | |
λιτὴν ἄγει σοι Χριστέ καὶ Λόγε· | |
ἡ σὲ τεκοῦσα, σὺν τῶ θείῳ Προδρόμῳ· | |
διπλὴ δυάς τε καὶ πρώτοι τῶν ἀγγέλων | |
ὁ νίκη λαοῦ κληθεὶς καὶ ποιμενάρχης· | |
τεττάρων ἅμα στρατηλατῶν μεγάλων· | |
Δημητρίου, Νέστορος καὶ Θεοδώρου· | |
καὶ τοῦ πεντάθλου μεγάλου Γεωργίου· | |
ὁ δῆμος ἅπας καὶ φάλαγξ τῶν ἁγίων, | |
ὑπὲρ ἀχρείου Κοσμᾶ τοῦ μόνου ξένου· | |
ὅπως τύχοιμι βασιλείας τῆς ἄνω· | |
σκεπόμενος φρουρούμενος τῇ σῇ σκέπῃ | |
λάθω παντοίων κακῶν ἐπαναστάσεις. |
Text status | Text partially unknown |
Editorial status | Not a critical text |
Genre(s) | Text-related epigram |
Metre(s) | Dodecasyllable |
Subject(s) | Jesus Christ (10 BC-1 BC - 30-33) |
Bibliography | |
Number of verses | 24 |
Occurrence(s) |
[25689] πρέσβιν ἄγω σοι τὴν σὲ τεκοῦσαν λόγε
[10th c.]
ATHOS - Bibliotheke tou Protatou (Karues) 41 [10th c.] (f. Iv) (24 verses) |
Acknowledgements |
Information on the occurrence courtesy of ParaTexBib.
Contributor(s)
|
Identification | Vassis ICB 2005, 643: "In s. Matthaeum evang." |
Permalink | https://dbbe.ugent.be/types/6854 |
Last modified: 2020-08-24.