Type 6795
(formerly typ/4690)

Ἐγὼ μὲν ἤξας τῇ κελεύσει σου πάτερ
γραφαῖς ὑπηρέτησα τῆσδε τῆς βίβλου·
τὴν δεξιάν τε σύντονον παρεσχόμην
ἀπὸ τὴν μέσην ἄχρις αὐτοῦ τοῦ τέλους·
κεφαλαίων μόνον γὰρ σὺν τοῖς προλόγοις,
αὐτὸς δὲ τὴν σὴν δεξιὰν τὴν πυρφόρον
ἐν κινδύνοις σύμμαχον ἀντιπαράσχου
πρὸς Χριστὸν ὑψῶν τῇ καλῇ παρρησίᾳ,
τὸν Ἀμαλήκ τε τὸν νοητὸν συντρίβων
καὶ τὰς ἐκείνου παγίδας καὶ τοὺς λόχους
πάντα διασπῶν, ἀφανίζων, συμφλέγων,
ἄρδην διαθλῶν ὅπλα, τόξα καὶ βέλῃ,
τοὺς θηραιοὺς μάλιστα τοῦς ὀλεθρίους
πιμπρῶν προσευχῶν ἀκαμάτῳ πυρί σου,
αὐτὸν δ' έφέλκων ἀλαβῆ παρ' ἐλπίδα
τῶν ἀρκύων τούτου με τῶν ψυχοφθόρων·
καὶ γὰρ συσφίγγουσι κραταιῶς πάνυ,
πανταχόθεν θλίβει με, πάντοθεν πνίγει
ἕλκων, σπαράσσων ὥς τις ἄγριος λέων·
τόνος δέ μοι πᾶς ἐκλέλοιπε καὶ σθένος·
πνοὴ δ' ἀπέπτη βραχὺ λείψανον μένει·
φθογγῇ σε λεπτῇ προσκαλοῦμαι καὶ λέγω
ἐπιστάτα σῶσόν με, ναὶ σώζοις πάτερ·
λαβοῦ λαβοῦ μου τῆς ψυχῆς τῆς ἀθλίας,
τὸν μὲν διάσπα, τὴν δ' ἐπισπῶν γνησίως
καὶ τῷ λυτρωτῇ παράθου σεσωσμένην·
ἐν σοὶ γὰρ αὕτη καὶ κινεῖται καὶ πέλει.
Εἰπὲ πρὸς αὐτῆς τῆς ἀληθείας βίβλε·
πυθοῦ, φράσω σοι, μὴ μακρηγόρει δέ μοι
τίς σου διηκόνησε τῇ γραφῇ λέγε·
τί σοι τὸ μαθεῖν; οὐ γὰρ ἀνάγκη τόδε·
λέγειν ὑπέσχου, τοιγαροῦν μή μ' ἀθέτει·
τοίνυν ἀκούσοις, ἀλλὰ συγγνώμην νέμε·
νέμοι Θεός σοι, μὴ παρέλκοις τὸν χρόνον
ἀνὴρ Δοσίθεός τις ἐσχάτως κακεργάτης
τῆς ἀκοῆς φεῦ! ἀλλὰ τῶν μονοτρόπων
τὸ σχῆμα μὲν ναί, τὴν δὲ γνώμην οὐκέτι·
διπλοῦν τὸ δεινόν, πλὴν μετανοόας τόπος
ναὶ τοῖς θέλουσι καὶ Θεῷ τούτου χάρις.
Ὅτῳ δ' ἐγράφης καὶ τόδ' αὖ μαθεῖν θέλω
φωστῆρι πατρὶ πατέρων Βαρλαάμ μοι
ὑπέρμαχος κράτιστος εὐχῶν δυνάμει·
τοῦτ' ἄρα Χριστοῦ τῆς ἁγίας Τριάδος.
εἴρηκα πάντα· τοιγαροῦν σώζοιό μοι
μηδὲν πρὸς ὀργήν· οὔμενουν εὖ σοι ξένε
καὶ σοὶ μάλιστα φιλτάτη καὶ Δεσπότῃ.
Text source S. Eustratiades 1917, Ἁγιορειτικῶν κωδίκων σημειώματα, Γρηγόριος ὁ Παλαμᾶς, 1, 49-771: 150-151
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Tag(s)
Bibliography
Number of verses 46
Occurrence(s) [25406] Ἐγὼ μὲν ἤξας τῇ κελεύσει σου πάτερ [11th c.]
ATHOS - Mone Megistes Lauras Β 86 (Eustratiades 206) [11th c.] ((gen.) end of the ms.)
(46 verses)
Acknowledgements
Contributor(s)
Permalink https://dbbe.ugent.be/types/6795
Last modified: 2022-04-25.