Type 6177
(formerly typ/4163)

Σῇσιν ἐφετμῇσιν, θεοείκελε δέσποτα, εἴξας,
ὃς σοφίην παντοίην πάνυτοι ἀμφαγαπάζων,
ἱστορίην δὲ μάλιστα καὶ βελτιόνων ἀπόδεξιν
εἰρήνης τ' ἔργων καὶ ἀδαμήτου πολέμοιο
πᾶσί τε ἀμφιπόλοισι περικλυτὰ ἔργα κελεύων,
κἀμοί γ' ἐπιστρεφέως τελέειν τεῦχος τόδ' ἄνωγας,
ἐξ ἐμέθεν γὰρ κέρδιον εἶναι δοάσσατο χειρῶν
Ἡροδότου τήνδ' ἱστορίην θείου ἀποδέχθαι,
αὐτὸς ἐγὼν ἤδη τόδ' ἔοργα καὶ ἐς τέλος ἷκται
χείρεσιν ἡμετέρῃσι, Θεοῦ τελέοντος ἐπ' ἀρὰς.
Ἔλπομαι δ' οὖν σ' ἐν τοῖσδε διαμπερὲς ἀγλαϊεῖσθαι,
ὅσσα λόγων τε δαΐφρονας ἔργα τε μέρμερα φαίνει
ἱστορίη σοφίην τε πολύζηλον μερόπεσι.
Θνητοὶ δέ γ' ἡμῖν πάντες ἅμα Θεὸν ἱλάσκονται,
ὥς κεν ἀπείρονας ἡλίου ἐς κύκλους ἱκάνῃς
ἀμβολάδην τ' ἐπίλαμπτ' ἐννώσας ἔργα καὶ ῥέξας,
ἀνθρώποισι πέληαι ἀοίδιμος ἐσσομένοισι.
Ἤτοι ἐγὼν ἐπίηρα τέλεσσά τοι τήνδε πρόφρων,
δέσποτα παμφανόων τε καὶ ἡμετέρων μελεδωνέ,
ᾗ ἔπεα προσθῇ κατὰ δ' ἔμμεν ἐμεῖο μνῆμα·
αὐτὸς δ' αὖτις μου περικήδοιο εὔνοα δοῦλον
εὐμενέως διέπων καὶ ἀγάλλων δωτίνῃσι.
Text source DBBE
Text status Text completely known
Editorial status Not a critical text
Genre(s)
Metre(s) Dactylic hexameter
Subject(s) Herodotus of Halikarnassos < Caria < Asia Minor < Turkey (485 BC - 425 BC)
Tag(s)
Comment Edition in preparation by Julián Bértola.
Bibliography
Number of verses 22
Occurrence(s)
Acknowledgements
Identification Vassis ICB 2005, 671: "In Herodotum"
Permalink https://dbbe.ugent.be/types/6177
Last modified: 2019-12-04.