Type 6114
(formerly typ/4099)

Ὃς ἂν ἐνίδης τῇ γραφῇ τῇ τῆς βίβλου
τὸν νοῦν σχολάσας κοσμικῶν ἐκ φροντίδων
πρόσχες πρεπόντως ἐκ πονηθεῖσι λόγοις
πατρὶ τιμίῳ Συμεῶνι τῷ πάνυ
μονῆς προεδρεύσαντι τῆς ξηροκέρκου
οὓς τρεῖς ἐπιγνοὺς καὶ τριάκοντα, μέτρου
ἀναλόγισαι τοὺς τοσαρίθμους χρόνους
οὕσπερ διῆξε καταγῆν ὁ δεσπότης
βίους καθ' ἡμᾶς ὡς βροτὸς σαρκενδύτης
καὶ τοῦτο βαλὼν κατὰ νοῦν, σπεῦσον τάχος
συνεκμετρῆσαι τοῖς χρόνοις τοῦ δεσπότου
πνευματικὴν αὔξησιν ἣν δέλτος φέρει
ἐξ ἰσαρίθμων τοῦ πατρὸς σοφῶν λόγων
ἂν γὰρ ἀναγνῶς καὶ διαγνῶς τοὺς λόγους
γνῶσιν ἐπιγνώσειας ἐν θέου βίου
Χριστῷ δὲ συζήσειας αὔξων εἰς τόσον
ὡς οὐδὲ φοῖνιξ ψυχικὴν ἡλικίαν
ἄχρις μέτρον φθάσειας ἂν ἡλικίας
ἀνὴρ καταστὰς ἐντελὴς τῷ δεσπότη
οὕτω δὲ Χριστῷ συμβιώσας ἐκθύμως
καὶ πνευματικῶς συνενωθεὶς ὡς θέμις
αὐτῶ συναρθῆς γῆθεν ἀνυψουμένῳ
τόπον τὲ φθάσεις οὗπερ ὁ Χριστὸς μένει
ἕλκει γὰρ εἰς ἅγια πάντας ἁγίων
ἰχνηλατεῖν θέλοντας αὐτοῦ τὰς τρίβους
ἔνθα πρόδρομος ὑπὲρ ἡμῶν εἰσέδυ
ὥσπερ μεσίτης ἀρχιτύτης ὡς μέγας
οὔκουν γὰρ εἰσέλθη τίς εἰς τὸν πατέρα
εἰ μὴ δι' αὐτοῦ ῥῆσις αὕτη Κυρίου
φησί δε πάλιν οὗτος ὡς θέλω πάτερ
οὕς μοι δέδωκας ἵνα ὅπου κἀγὼ μένω
ἐμοὶ συνῶσι καὶ τρανῶς βλέπωσι μου
τὴν δόξαν ἣν δέδωκας αὐτός μοι πᾶσαν.
Editorial status Not a critical text
Genre(s) Author-related epigram
Metre(s) Dodecasyllable
Subject(s) Symeon the Theologian (949-1022) - PMBZ: 29643: "Personenkennziffer: 27488"
Bibliography
Number of verses 33
Occurrence(s)
Identification Vassis ICB 2005, 549: "In Symeonis Novi Theologi catecheses"
Permalink https://dbbe.ugent.be/types/6114
Last modified: 2019-06-19.