Type 5538
(formerly typ/3592)

Τοῦ παραδείσου τῆς τρυφῆς τοῦ χωρίου,
γένους βροτείου τῆς ποθεινῆς πατρίδος,
ἧσπερ πικρὰ τις πάλαι γεῦσις τοῦ ξύλου
μακρὰν ἀπεξέωσεν ἡμᾶς ἀθλίως,
ποθῶν τυχεῖν ἔνδοξος ἀνὴρ ἐκθύμως,
πόθος σεβαστὸς ἐκ γένους τὴν ἀξίαν,
φύσις ἀγαθή, παραμυθία φίλοις,
ὡς μάρτυς αὐτὴ τῶν τρόπων ἡ χρηστότης
σχῆμα τε σεμνὸν καὶ τὸ πρᾶον τῆς θέας
καὶ τ᾽ ἄλλα πάντα τὰ κοσμοῦντα τὴν φύσιν,
τὴν βίβλον ἤδη τήνδε τὴν φερωνύμως
κεκλημένην γε παράδεισον, ὡς πάσας
ἔνδον φέρουσαν πατέρων τῶν ἁγίων
οἷά τις λειμὼν εὐθαλὴς καὶ ποικίλος
ψυχωφελεὶς πράξεις τε καὶ παραινέσεις
λαμπρῶς κατασκεύασεν ἐνθέῳ πόθῳ.
οὗ δὴ τάχα ἄν τῶδε †τις αἰσθ..† παρέπων
τίς δ᾽ ἄλλος ἤ περ ἡ ξένη κληρουχία
τοῦ παραδείσου σὺν γε δικαίοις πᾶσιν
οὗ καὶ τύχοιε πρὸς Θεοῦ μετὰ πότμον
καὶ νῦν δ᾽ ἄλυπον μέχρι γήρως ἐσχάτου
ζώην βιῶσαι καὶ χαρᾶς πληρεστάτην.
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Tag(s)
Bibliography
Number of verses 22
Occurrence(s) [22765] Τοῦ παραδείσου τῆς τρυφῆς τοῦ χωρίου [1410]
ZAVORDA - Mone tou Hagiou Nikanoros 118 [1410] (f. 315r)
(22 verses)
Permalink https://dbbe.ugent.be/types/5538
Last modified: 2014-09-01.