Type 5474
(formerly typ/3522)

Σοὶ τόνδε κἀγώ, παιδαγωγέ, προσφέρω
λόγοισι πλέξας στέφανον ἐξ ἀκηράτου
λειμῶνος, ἡμῖν οὗ παρέσχου τὰς νομάς,
ὡς ἐργάτις μέλιττα χωρίων ἄπο
βλάστην τρυγῶσα, χρηστὸν ἐκ σίμβλων πόνον,
κηρὸν δίδωσι τὸν γλυκὺν τῷ προστάτῃ.
εἰ καὶ βραχὺς δ’ ἐγώ τις, οἰκέτης γε σός·
δεῖ γάρ σε τοῖς σοῖς εὐλογεῖν θεσπίσμασιν·
ἄναξ βροτῶν μέγιστε, τῶν καλῶν δοτήρ,
ἐσθλῶν χορηγὲ καὶ τὸ πᾶν κτίσας πάτερ,
ὃς οὐρανόν τε καὶ τὸν οὐρανοῦ μόνος
κόσμον τέθεικας. ἁρμόσας θείῳ λόγῳ·
ἔδειξας αὐτὸς ἡμέραν τε καὶ φάος
καὶ τὸν πολοῦσιν ἄστρα νημερτῆ δρόμον,
εἰπών θ’, ὅποι γῆ καὶ θάλασσα προσμένοι,
τροπῶν τε καιρὸν εὐστόχως δήσας κύκλῳ,
ἔαρ τε καὶ χειμῶνα καὶ θέρος πάλιν
τοῦ τε μετοπώρου τάξιν ἐξηρτισμένην,
ὅλον τε κόσμον ἐξ ἀκοσμίας κτίσας
ὕλης ἀμόρφου, τόδε τὸ πᾶν κατήρτισας,
αὐτὸς ζωήν τε καὶ καλῶς ἀεὶ βιοῦν
χάριν τε τὴν σὴν ἀσφαλῶς πάρασχέ μοι
ποιεῖν τε τὰς σὰς καὶ λέγειν θείας γραφάς,
αἰνεῖν ἀεὶ σὲ καὶ τὸν ἐκ σοῦ πάνσοφον,
τὸν σοὶ συνόντα καὶ παρόντα σοὶ λόγον.
μή μοι δὲ πενίαν μηδὲ μὴν πλοῦτον δίδου,
τάξιν δὲ τοῦ δέοντος αὐταρκεστάτην,
πάτερ, παράσχου καὶ καλὸν βίου τέλος.
Editorial status Not a critical text
Genre(s) Scribe-related epigram
Metre(s) Dodecasyllable
Subject(s) Clement of Alexandria (2nd-3rd c.)
Tag(s)
Bibliography
Number of verses 28
Occurrence(s) [22458] Σοὶ τόνδε κἀγώ (...)
VENICE - Biblioteca Nazionale Marciana - gr. app. XI 4 ((unsure) f. 102r)
(28 verses)
Identification Vassis ICB 2005, 679: "In Clementis Paedagogum"
Permalink https://dbbe.ugent.be/types/5474
Last modified: 2019-07-02.