Type 5235
(formerly typ/3279)

Ἡ τετρὰς ὦδε τῶν σοφῶν ἀποστόλων
καὶ μαθητῶν τε τοῦ θεανθρώπου Λόγου
ἠχεῖ τὸ ῥεῦμα τοῦ ζωοδότου λόγοις,
ἠχεῖ ῥημάτων τῶν ζωηρρύτων φθόγγους.
Ἰδοὺ γὰρ αὕτοι ὡς ἀστραπαὶ φωτίζουν
πᾶσαν τὴν κτίσιν καὶ τὴν ὑπ’ οὐ(ρα)νῶν τε,
ὑπὲρ βροντῆς γὰρ τούτων φθόγγοι κτυποῦσι
Ματθαίου, Μάρκου, Λουκᾶ τε Ἰωάννου
φέγγουν, φωτίζουν τὴν ὑφήλιον πᾶσαν,
διδάσκουν πᾶσι τῶν ῥημάτων Κυρίου·
θαύματα, πάθη, σταύρωσιν καὶ ταφήν τε,
ἀνάληψίν τε πνεύματος παρουσίαν·
καὶ τῆς δευτέρας νῦν αὐτοῦ ἐμφανίας·
πάντα διδάσκει νῦν ἡ παροῦσα βίβλος.
Editorial status Not a critical text
Genre(s) Author-related epigram
Metre(s) Dodecasyllable
Subject(s) Four Evangelists
Tag(s)
Critical Notes κτυποῦσι] κτιποῦσι MS

παρουσίαν] παρρουσίαν MS
Bibliography
Number of verses 14
Occurrence(s) [22035] ἡ τετρὰς ὦδε, τῶν σοφῶν ἀποστόλων [1315]
ATHENS - Gennadeios Bibliotheke 1.6 [1315] (f. 79v-80r)
(14 verses)
Permalink https://dbbe.ugent.be/types/5235
Last modified: 2018-01-29.