Type 5037
(formerly typ/3092)

Κρηπὶς ἀρίστη τοῦ μοναστικοῦ βίου
Οἱ τῶν γερόντων τῶν σοφῶν ἁπλοὶ λόγοι
Δηλοῦντες αὐτῶν πράξιν ἐν θεωρίᾳ·
Οἱ καὶ κατὰ στοιχεῖον εἰσὶν ἐν βίβλῳ·
Τούτους καταρχὰς εἰς ἀνάγνωσιν δέον
Ἅπαντας ἡμᾶς λαμβάνειν καθ’ ἡμέραν.
Ὡς ἐξ Έδὲμ γὰρ ἐξ ἐκείνων βλυστάνει
Ἐλλάμψεων πηγή τις εἰς σωτηρίαν
Ἀρχῶν μερισμὸν τεττάρων δεδειγμένη
Ἐν τῇ μεγίστῃ τῶν ἀρετῶν τετρακτΰι,
Ἐξ ἧς καθαίρεταί τε καὶ φωτίζεται
Ἅπας μοναστὴς τῇ Θεοῦ συνεργίᾳ.
Μεθ’ οὓς μέτελθε συγγραφὴν Παλλαδίου.
Καὶ δὴ μετ’ αὐτὴν τὴν Ἰωάννου πάλιν
Πρὸς τὸν μαθητὴν Σωφρόνιον γραφεῖσαν.
Λειμῶνα δὲ κληθεῖσαν εὔοσμον νέον·
Καὶ τἄλλα τυγχάνοντα τοιουτότροπα·
Καὶ σκητιώτου Δανιὴλ τὰ πρακτέα
Δόξης καταφρόνησιν ἐμποιοῦντά σοι.
Κάλλιστον εἶτ’ ἄκουσμα Καλλίστου πατρὸς
Θυμοῦ μαραῖνον τὴν πρακτικὴν ζέσιν·
Καὶ Δωροθέου θεῖα τῶν δωρημάτων,
Ἐν οἷς λογισμῶν τοὺς πολυσχιδεῖς τρόπους
Τῆς λεπτότητος τῇ διακρίσει γράφει·
Μακαρίου τε τοῦ φερωνύμου λόγους
Ἐξ ὧν προσευχῆς ἐκμαθὼν θεωρίας
Εὐχὴν διώξεις καὶ προσευχὴν ἐργάσῃ·
Καὶ Κασσιανοῦ τοῦ πνέοντος κασσίαν.
Πῶς δὲ παρήσω τὴν Ἰσαὰκ τοῦ Σύρου,
Ἡσαΐου τε τὴν θεόπνευστον βίβλον;
Ὧν ἡ μὲν οἶδε ἡσύχῳ καταστάσει
Τὸν νοῦν πτερῶσαι πρὸς προσευχὰς ἐμπύρους.
Ἡσαΐου γραφὴ δὲ πρὸς κοινωνίαν
Μετ’ εὐσταθείας ἠθικωτάτης ἄγειν,
Ἣν πρακτικῶς δείκνυσιν ἐῤῥυθμισμένην.
Δίελθέ μοι καὶ δέλτον Ἐφραὶμ τοῦ Σύρου
Ἀσκητικῶν ἂ γνώσεως πλούτου γέμει.
Ἔπειτ’ ἐκείνην ἥτις ἐκλήθη Κλίμαξ
Εἰς οὐρανὸν πέμπουσα τοὺς βεβηκότας·
Σοφοῦ τε Μάρκου πρακτικωτάτους λόγους·
Καὶ τὴν Διαδόχου γνωστικὴν ἑκατοντάδα·
Καὶ τὴν διπλῆν μάλιστα τοῦ Καρπαθίου·
Καὶ τοῦ γλυκεροῦ τετραπλῆν Θαλασσίου·
Νείλου τε χρυσὰ ῥεῖθρα τῶν διδαγμάτων·
Καὶ δῆτα ταῦτα πάντα συγκεκλεικότα.
Τὰ τοῦ πυρίπνου, καὶ μεγίστου Μαξίμου.
Τί δὲ λέγεις σὺ˙τὴν Βασιλείου βίβλον
Τοῦ πανσόφου τε, καὶ μόνου διδασκάλου
Ἀσκήσεως γραφοῦσαν ἀκριβεῖς τύπους;
Οὐ μὴ μετέλθῃς; καὶ μάλιστα σὺν πόθῳ
Τούτων πρὸ πάντων, καὶ πάλιν, καὶ πολλάκις.
Πλὴν εἰ μετέλθῃς ἐκ καλῆς ἀπληστίας
Καὶ τοῦ ταπεινοῦ τρεῖς βίβλους Εὐαγρίου,
Οὐδὲν βλαβήσῃ, μᾶλλον ὠφέλειά σοι
Γενήσεται, καὶ γνώσεως ὄψῃ βάθος
Ἐκ πράξεως ὑψοῦν σε πρὸς θεωρίαν.
Εἰ δὲ βλέπεις ποῦ σῖτον ἐν ζιζανίοις·
Ἀλλ’ οὖν ἄριστος ὡς γεωργὸς ἐκτρέπου
Ἐκεῖνα, σῖτον συλλέγων εἰδημόνως·
Ἔνεστι γὰρ καὶ κρεῖσσον ἐκ τῶν χειρόνων.
Θέλεις δὲ βίβλον ἀντὶ πολλῶν μίαν;
Τὴν Ἀντιόχου πρὸς Εὐστάθιον κτῆσαι πόθῳ
Κλῆσιν λαχοῦσαν πράγμασιν πιστουμένην.
Σοφῶς γὰρ αὕτη τῷ πνευματικῷ (?) λόγῳ
Ἅπασαν ὠφέλειαν ἐκ πάσης βίβλου
Γραφῆς τε χρήσεις συλλαβοῦσα προσφόρως
Τὰ πάντα πεντήκοντα διπλὰ, καὶ πάλιν
Ἁπλοῖς ἀριθμοῖς εἰς τριάκοντα γράφει.
Λόγοις δὲ τούτοις πᾶσιν ὑψηλὸν βίον
Ἀντωνίου μοι πρόσθες ὡς κορωνίδα.
Title(s) Εἰς τοὺς λόγους τῶν ἁγίων πατέρων
Text status Text completely known
Editorial status Not a critical text
Genre(s) Reader-related epigram
Metre(s) Dodecasyllable
Tag(s) Praise of the author
Bibliography
Number of verses 70
Occurrence(s) [21753] Κρηπὶς ἀρίστη τοῦ μοναστικοῦ βίου
ROME - Biblioteca Angelica gr. 52 (B.5.7) (f. 212v-213v)
(70 verses)
Identification Vassis ICB 2005, 418: "In sermones ss. patrum seu de scriptoribus asceticis"
Permalink https://dbbe.ugent.be/types/5037
Last modified: 2020-08-10.