Type 4347
(formerly typ/2443)
| Ἐνθάδε πηγὴ ναμάτων ζωηρρύτων, | |
| καὶ κλίμαξ ἀνάγουσα πρὸς θεωρίαν, | |
| καὶ κῆπος ἡδὺς ἀκηράτων ἀνθέων, | |
| ἅπας ὁ διψῶν πίνε. Βαῖνε καὶ τρύγα, | |
| ἄρδευε τὸν νοῦν αὖθις ὡς αὐαλέον. | |
| Ἡμεῖς δὲ Χριστὸν δεξιὸν ἐπιστάτην | |
| νῦν προσλαβόντες τῶνδε τῶν ποημάτων, | |
| πρὸς τὴν καταρχὴν ἐξαπλοῦμεν τὰς χεῖρας. |
Last modified: 2019-12-12.
