| Ὅσοι γὰρ θεσμοὺς πατέρων χριστοφόφων |
| ἀποστολικὰς παραδόσεις ἐνθέους |
| πίστεως ἁπλῆς ἀληθεστάτους ὅρους |
| θέλετε ἰδεῖν ἀμέμπτους ὀρθοδόξους |
| δεῦτε προσῆτε τῷ σοφῷ διδασκάλῳ |
| Νικολάῳ λάμψαντι νέῳ Μεθώνης |
| ἔνθους ἀρετῆς σώφρονος συνουσίας |
| ὤν ἔννομοι κυροῦσι τῆς γραφῆς τύποι. |
| Ὁ τῶν δε πατὴρ γνησίων νοημάτων |
| δι' ὧν νόθον κύλικα πορνικοῦ σπόρου |
| ἔξωθεν ἕλκων ἀλλόφυλον ὡς γένος |
| πρὸς ἐξαπάτην τῶν λόγων τοὺς φιληνάφους |
| ἤλεγξε κατέβαλε ρίψας εἰς χάος |
| καὶ συλλογισμῶν τοὺς ἀσυμπλόκους βρόχους |
| ἔλυσεν ἄρδην ὡς ἀραχνίους μίτους. |