Type 4219
(formerly typ/2334)
Τέχνη μελουργὸς σοὺς ἀγασθεῖσα κρότους | |
πρώτην νέμει σοι τάξιν· ὢ τῆς ἀξίας! | |
Ἦχος ὁ πρῶτος μουσικῇ κληθεὶς τέχνῃ | |
πρῶτος παρ' ἡμῶν εὐλογείσθω τοῖς λόγοις· | |
τὰ πρῶτα, πρῶτε, τῶν καλῶν λαχὼν φέρεις· | |
πρωτεῖα νίκης πανταχοῦ πάντων ἔχεις. |
Last modified: 2021-09-03.