Type 3954
(formerly typ/2042)
Δέχνυσο τοῖον δῶρον ἀφ’ ἡμετέροιο πόνοιο, | |
ὀλβιόδωρε ἄνασσα, κυδίστη, ἀριστοτόκεια, | |
νυὲ χαριτοπρόσωπε μεγασθενέων βασιλήων, | |
ἣν πλέον ἀστράπτουσαν ἐϋβλεφάροιο σελήνης | |
εἰς γάμον ὄλβιον ἤρατο νυμφιδίοις ἐπὶ λέκτροις | |
πορφυρόπαις γόνος Αὐσονάνακτος καρτερόχειρος, | |
Ἀνδρόνικος μεγάθυμος, ἐϋμμελίης πολεμιστής, | |
ᾧ γέρα πρῶτα σεβαστοκρατορίης νεῖμ’ ὁ φυτεύσας. | |
εἰς τοίνυν λυκάβαντας ἀπειρεσίους ἐλάσειας. |
Last modified: 2022-06-16.